Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

οἵας τε καὶ τοὺς καθ’ ἑκάστην ἐκκλησίαν ἄρχοντας παρὰ

v.4.p.349
πᾶσιν ἐπιτρόποις καὶ ἡγεμόσιν ἀποδοχῆς ἦν ὁρᾶν ἀξιουμένους. πῶς δ’ ἄν τις διαγράψειε τὰς μυριάνδρους ἐκείνας ἐπισυναγωγὰς καὶ τὰ πλήθη τῶν κατὰ πᾶσαν πόλιν ἀθροισμάτων, τάς τε ἐπισήμους ἐν τοῖς προσευκτηρίοις συνδρομὰς, ὧν δὴ ἕνεκα μηδαμῶς ἔτι τοῖς παλαιοῖς οἰκοδομήμασιν ἀρκούμενοι εὐρείας εἰς πλάτος ἀνὰ πάσας τὰς πόλεις ἐκ θεμελίων ἀνίστων ἐκκλησίας.

ταῦτα δὲ τοῖς χρόνοις προιόντα, ὁσημέραι τε εἰς αὔξησιν καὶ μέγεθος ἐπιδιδόντα οὐδεὶς ἀνεῖργε φθόνος, οὐδέ τις δαίμων πονηρὸς οἰός τε ἦν βασκαίνειν οὐδ’ ἀνθρώπων ἐπιβουλαῖς κωλύειν, εἰς ὅσον ἡ θεία καὶ οὐράνιος χεὶρ ἔσκεπέ τε καὶ ἐφρούρει οἷα δὴ ἄξιον ὄντα τὸν ἑαυτῆς λαόν.

ὡς δὲ ἐκ τῆς ἐπὶ πλέον ἐλευθερίας ἐπὶ χαυνότητα καὶ νωθρίαν τὰ καθ’ ἡμᾶς μετηλλάττετο, ἄλλων ἄλλοις διαφθονουμένων καὶ διαλοιδορουμένων, καὶ μονονουχὶ ἡμῶν αὐτῶν ἑαυτοῖς προσπολεμούντων ὅπλοις, εἰ οὕτω τύχοι, καὶ δόρασι τοῖς διὰ λόγων, ἀρχόντων τε ἄρχουσι προσρηγνύντων, καὶ λαῶν ἐπὶ λαοὺς καταστασιαζόντων, τῆς τε ὑποκρίσεως ἀφάτου καὶ τῆς εἰρωνείας ἐπὶ πλεῖστον ὅσον κακίας προϊούσης, ἡ μὲν δὴ θεία κρίσις, οἷα φίλον αὐτῇ, πεφεισμένως, τῶν ἀθροισμάτων ἔτι συγκροτουμένων, ἠρέμα καὶ μετρίως τὴν αὐτῆς ἐπισκοπὴν ἀνεκίνει, ἐκ τῶν ἐν στρατείαις ἀδελφῶν καταρχομένου τοῦ διωγμοῦ.

ὡς δ’ ἀνεπαισθήτως ἔχοντες οὐχ ὅπως εὐμενὲς καὶ ἵλεω καταστήσεσθαι τὸ θεῖον προυθυμούμεθα, οἷα δέ τινες ἄθεοι ἀφρόντιστα καὶ ἀνεπί σκόπα τὰ καθ’ ἡμὰς ἡγούμενοι ἄλλας ἐπ’ ἄλλαις προσετίθεμεν κακίας, οἵ τε δοκοῦντες ἡμῶν τοιμένες μένες τὸν τῆς θεοσεβείας θεσμὸν παρωσάμενοι ταῖς πρὸς ἀλλήλους ἀνεφλέγοντο φιλονεικίαις, αὐτὰ

v.4.p.350
δὴ ταῦτα μόνα, τὰς ἔρεις καὶ τὰς ἀπειλὰς τόν τε ζῆλον καὶ τὸ πρὸς ἀλλήλους ἔχθος τε καὶ μῖσος ἀπαύζοντες, οἶά τε τυραννίδας τὰς φιλαρχίας ἐκθύμως διεκδικοῦντες, τότε δὴ, τότε κατὰ τὴν φάσκουσαν τοῦ Ἱερεμίου φωνὴν „ἐγνόφωσεν ἐν ὀργῇ αὐτοῦ κύριος τὴν θυγατέρα Σιὼν, καὶ κατέρριψεν οὐρανοῦ εἰς γῆν δόξασμα Ἰσραὴλ, οὐκ ἐμνήσθη τε ὑποποδίου ποδῶν αὐτοῦ ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ· ἀλλὰ καὶ κατεπόντισε κύριος πάντα τὰ ὡραῖα Ἰσραὴλ, καὶ καθεῖλε πάντας τοὺς φραγμοὺς αὐτοῦ,“

κατά τε τὰ ἐν ψαλμοῖς προθεσπισθέντα κατέστρεψε τὴν διαθήκην τοῦ δούλου αὐτοῦ, καὶ ἐβεβήλωσεν εἰς γῆν διὰ τῆς τῶν ἐκκλησιῶν καθαιρέσεως τὸ ἁγίασμα αὐτοῦ, καὶ καθεῖλε πάντας τοὺς φραγμοὺς αὐτοῦ, ἔθετο τὰ ὀχυρώματα αὐτοῦ δειλίαν· διήρπασάν τε τὰ πλήθη τοῦ λαοῦ πάντες οἱ διοδεύοντες ὁδὸν, καὶ δὴ ἐπὶ τούτοις ὄνειδος ἐγενήθη τοῖς γείτοσιν αὐτοῦ. ὕψωσε γὰρ τὴν δεξιὰν τῶν ἐχθρῶν αὐτοῦ, καὶ ἀπέστρεψε τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ, καὶ οὐκ ἀντελάβετο αὐτοῦ ἐν τῷ πολέμῳ· ἀλλὰ καὶ κατέλυσεν ἀπὸ καθαρισμοῦ αὐτὸν καὶ τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέρραξεν· ἐσμίκρυνέ τε τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ, καὶ ἐπὶ πᾶσι κατέχεεν αὐτοῦ αἰσχύνην.