Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. VI, 9] “Νοουατιανῷ μὲν γὰρ ‟εὐλόγως ἀπεχθανόμεθα διακόψαντι τὴν ἐκκλησίαν, ‘καί τινας τῶν ἀδελφῶν εἰς ἀσεβείας καὶ βλασφημίας ‘ἑλκύσαντι, καὶ περὶ τοῦ θεοῦ διδασκαλίαν ἀνοσιω- ‘τάτην ἐπεισκυκλήσαντι, καὶ τὸν χρηστότατον κύριον “ἡμῶν Ἰησοῦν Χριστὸν ὡς ἀνηλεῆ συκοφαντοῦντι, ἐπὶ πάσι δὲ τούτοις τὸ λουτρὸν ἀθετοῦντι τὸ ἅγιον, ‟καὶ τήν τε πρὸ αὐτοῦ πίστιν καὶ ὁμολογίαν ἀνατρέποντι, τό τε πνεῦμα τό ἅγιον ἐξ αὐτῶν, εἰ καί τις ἦν ἐλπὶς τοῦ παραμεῖναι ἢ καὶ ἐπανελθεῖν πρὸς ‘αὐτοὺς, παντελῶς φυγαδεύοντι.”

[Nic. H. E. VI, 9] Καὶ ἡ πέμπτη δὲ αὐτῷ πρὸς τὸν Ῥωμαίων ἐπίσκοπον Ξυστὸν ἐγέγραπτο, ἐν ἡ πολλὰ κατὰ τῶν αἱρετικῶν εἰπὼν τοιοῦτόν τι γεγονὸς κατ’ αὐτὸν ἐκτίθεται λέγων· ‟καὶ γὰρ ὄντως, “ἀδελφὲ, καὶ συμβουλῆς δέομαι, καὶ γνώμην αἰτῶ παρὰ σοῦ, τοιούτου τινός μοι προσελθόντος πρά- ‘γματος, δεδιὼς μὴ ἄρα σφάλλωμαι.

τῶν γὰρ συναγομένων ἀδελφῶν πιστὸς νομιζόμενος ἀρχαῖος καὶ πρὸ τῆς ἐμῆς χειροτονίας, οἶμαι δὲ καὶ πρὸ τῆς “τοῦ μακαρίου Ἡρακλᾶ καταστάσεως τῆς συναγωγῆς ‟μετασχὼν, τοῖς ὑπόγυιον βαπτιζομένοις παρατυχὼν, καὶ τῶν ἐπερωτήσεων καὶ ἀποκρίσεων ἐπακούσας,

v.4.p.303
‟προσῆλθέ μοι κλαίων καὶ καταθρηνῶν ἑαυτὸν καὶ ‟πίπτων πρὸ τῶν ποδῶν μου, ἐξομολογούμενος μὲν ‘καὶ ἐξομνύμενος τὸ βάπτισμα, ὃ παρὰ τοῖς αἱρετι- ῾κοῖς βεβάπτιστο, μὴ τοιοῦτον εἶναι, μηδὲ ὅλως ἔχειν “τινὰ πρὸς τοῦτο κοινωνίαν· ἀσεβείας γὰρ ἐκεῖνο καὶ ῾βλασφημιῶν πεπληρῶσθαι.

λέγων δὲ πάνυ τι τὴν ψυχὴν νῦν κατανενύχθαι, καὶ μηδὲ παρρησίαν ‟ἔχειν ἐπᾶραι τοὺς ὀφθαλμοὺς πρὸς τὸν θεὸν, ἀπὸ ‟τῶν ἀνοσίων ἐκείνων ῥημάτων καὶ πραγμάτων ὁρ- ‟μώμενος· καὶ διὰ τοῦτο δεόμενος τῆς εἰλικρινεστάτης ‟ταύτης καθάρσεως καὶ παραδοχῆς καὶ χάριτος τυχεῖν. ‟

ὅπερ ἐγὼ μὲν οὐκ ἐτόλμησα ποιῆσαι, φήσας “αὐτάρκη τὴν πολυχρόνιον αὐτῷ κοινωνίαν εἰς τοῦτο γεγονέναι. εὐχαριστίας γὰρ ἐπακούσαντα, καὶ συν- ‟ἐπιφθεγξάμενον τὸ ἀμὴν, καὶ τραπέζῃ παραστάντα, ‟καὶ χεῖρας εἰς ὑποδοχὴν τῆς ἁγίας τροφῆς προτεί- “ναντα, καὶ ταύτην καταδεξάμενον, καὶ τοῦ σώματος ‟καὶ τοὐ αἵματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ῾μετασχόντα ἱκανῷ χρόνῳ, οὐκ ἂν ἐξ ὑπαρχῆς ἀνα- ‟σκευάζειν ἔτι τολμήσαιμι· θαρσεῖν δὲ ἐκέλευον, καὶ “μετὰ βεβαίας πίστεως καὶ ἀγαθῆς συνειδήσεως τῇ ‟μετοχῇ τῶν ἁγίων προσιέναι.

ὁ δὲ οὔτε πενθῶν “παύεται, πέφρικέ τε τῇ τραπέζῃ προσιέναι, καὶ “μόλις παρακαλούμενος συνεστάναι ταῖς προσευχαῖς ‟ἀνέχεται.”