Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

πάλιν δὲ ἐπὶ πολὺ γυμνάσας τὸ πρόβλημα ταῦτα ἐπιλέγει ‟μεμάθηκα καὶ τοῦτο, ὅτι μὴ νῦν οἱ ἐν Ἀφρικῇ μόνον ‟τοῦτο παρεισήγαγον, ἀλλὰ καὶ πρὸ πολλοῦ κατὰ τοὺς ‟πρὸ ἡμῶν ἐπισκόπους ἐν ταῖς πολυανθρωποτάταις “ἐκκλησίαις καὶ ταῖς συνόδοις τῶν ἀδελφῶν, ἐν Ἰκο- “νίῳ καὶ Συννάδοις καὶ παρὰ πολλοῖς τοῦτο ἔδοξεν· ‟ὧν τὰς βουλὰς ἀνατρέπων εἰς ἔριν αὐτοὺς καὶ φιλο- “νεικίαν ἐμβαλεῖν οὐχ ὑπομένω. οὐ γὰρ μετακινήσεις, [*](31 Deut. 19, 14.)

v.4.p.302
‟φησὶν, ὅρια τοῦ πλησίον σου, ἃ ἔθεντο οἱ πατέρες ‟σου.”

ἡ τετάρτη αὐτοῦ τῶν περὶ βαπτίσματος ἐπιστολῶν πρὸς τὸν κατὰ Ῥώμην ἐγράφη Διονύσιον, τότε μὲν πρεσβείου ἠξιωμένον, οὐκ εἰς μακρὸν δὲ καὶ τὴν ἐπισκοπὴν τῶν ἐκεῖσε παρειληφότα· ἐξ ἧς γνῶναι πάρεστιν ὅπως καὶ αὐτὸς οὗτος λόγιός τε καὶ θαυμάσιος πρὸς τοῦ κατ’ Ἀλεξάνδρειαν Διονυσίου μεμαρτύρηται. γράφει δὲ αὐτῷ μεθ’ ἕτερα τῶν κατὰ τὸν Νοουάτον μνημονεύων ἐν τούτοις.

[Nic. H. E. VI, 9] “Νοουατιανῷ μὲν γὰρ ‟εὐλόγως ἀπεχθανόμεθα διακόψαντι τὴν ἐκκλησίαν, ‘καί τινας τῶν ἀδελφῶν εἰς ἀσεβείας καὶ βλασφημίας ‘ἑλκύσαντι, καὶ περὶ τοῦ θεοῦ διδασκαλίαν ἀνοσιω- ‘τάτην ἐπεισκυκλήσαντι, καὶ τὸν χρηστότατον κύριον “ἡμῶν Ἰησοῦν Χριστὸν ὡς ἀνηλεῆ συκοφαντοῦντι, ἐπὶ πάσι δὲ τούτοις τὸ λουτρὸν ἀθετοῦντι τὸ ἅγιον, ‟καὶ τήν τε πρὸ αὐτοῦ πίστιν καὶ ὁμολογίαν ἀνατρέποντι, τό τε πνεῦμα τό ἅγιον ἐξ αὐτῶν, εἰ καί τις ἦν ἐλπὶς τοῦ παραμεῖναι ἢ καὶ ἐπανελθεῖν πρὸς ‘αὐτοὺς, παντελῶς φυγαδεύοντι.”

[Nic. H. E. VI, 9] Καὶ ἡ πέμπτη δὲ αὐτῷ πρὸς τὸν Ῥωμαίων ἐπίσκοπον Ξυστὸν ἐγέγραπτο, ἐν ἡ πολλὰ κατὰ τῶν αἱρετικῶν εἰπὼν τοιοῦτόν τι γεγονὸς κατ’ αὐτὸν ἐκτίθεται λέγων· ‟καὶ γὰρ ὄντως, “ἀδελφὲ, καὶ συμβουλῆς δέομαι, καὶ γνώμην αἰτῶ παρὰ σοῦ, τοιούτου τινός μοι προσελθόντος πρά- ‘γματος, δεδιὼς μὴ ἄρα σφάλλωμαι.

τῶν γὰρ συναγομένων ἀδελφῶν πιστὸς νομιζόμενος ἀρχαῖος καὶ πρὸ τῆς ἐμῆς χειροτονίας, οἶμαι δὲ καὶ πρὸ τῆς “τοῦ μακαρίου Ἡρακλᾶ καταστάσεως τῆς συναγωγῆς ‟μετασχὼν, τοῖς ὑπόγυιον βαπτιζομένοις παρατυχὼν, καὶ τῶν ἐπερωτήσεων καὶ ἀποκρίσεων ἐπακούσας,

v.4.p.303
‟προσῆλθέ μοι κλαίων καὶ καταθρηνῶν ἑαυτὸν καὶ ‟πίπτων πρὸ τῶν ποδῶν μου, ἐξομολογούμενος μὲν ‘καὶ ἐξομνύμενος τὸ βάπτισμα, ὃ παρὰ τοῖς αἱρετι- ῾κοῖς βεβάπτιστο, μὴ τοιοῦτον εἶναι, μηδὲ ὅλως ἔχειν “τινὰ πρὸς τοῦτο κοινωνίαν· ἀσεβείας γὰρ ἐκεῖνο καὶ ῾βλασφημιῶν πεπληρῶσθαι.

λέγων δὲ πάνυ τι τὴν ψυχὴν νῦν κατανενύχθαι, καὶ μηδὲ παρρησίαν ‟ἔχειν ἐπᾶραι τοὺς ὀφθαλμοὺς πρὸς τὸν θεὸν, ἀπὸ ‟τῶν ἀνοσίων ἐκείνων ῥημάτων καὶ πραγμάτων ὁρ- ‟μώμενος· καὶ διὰ τοῦτο δεόμενος τῆς εἰλικρινεστάτης ‟ταύτης καθάρσεως καὶ παραδοχῆς καὶ χάριτος τυχεῖν. ‟

ὅπερ ἐγὼ μὲν οὐκ ἐτόλμησα ποιῆσαι, φήσας “αὐτάρκη τὴν πολυχρόνιον αὐτῷ κοινωνίαν εἰς τοῦτο γεγονέναι. εὐχαριστίας γὰρ ἐπακούσαντα, καὶ συν- ‟ἐπιφθεγξάμενον τὸ ἀμὴν, καὶ τραπέζῃ παραστάντα, ‟καὶ χεῖρας εἰς ὑποδοχὴν τῆς ἁγίας τροφῆς προτεί- “ναντα, καὶ ταύτην καταδεξάμενον, καὶ τοῦ σώματος ‟καὶ τοὐ αἵματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ῾μετασχόντα ἱκανῷ χρόνῳ, οὐκ ἂν ἐξ ὑπαρχῆς ἀνα- ‟σκευάζειν ἔτι τολμήσαιμι· θαρσεῖν δὲ ἐκέλευον, καὶ “μετὰ βεβαίας πίστεως καὶ ἀγαθῆς συνειδήσεως τῇ ‟μετοχῇ τῶν ἁγίων προσιέναι.

ὁ δὲ οὔτε πενθῶν “παύεται, πέφρικέ τε τῇ τραπέζῃ προσιέναι, καὶ “μόλις παρακαλούμενος συνεστάναι ταῖς προσευχαῖς ‟ἀνέχεται.”

ἐπὶ ταῖς προειρημέναις φέρεταί τις καὶ ἄλλη τοῦ αὐτοῦ περὶ βαπτίσματος ἐπιστολὴ, ἐξ αὐτοῦ καὶ ἧς ἡγεῖτο παροικίας Ξυστῷ καὶ τῇ κατὰ Ρώμην ἐκκλησίᾳ προσπεφωνημένη, ἐν ἡ διὰ μακρᾶς ἀποδείξεως τὸν περὶ τοῦ ὑποκειμένου ζητήματος παρατείνει λόγον. καὶ ἄλλη δέ τις αὐτοῦ μετὰ ταύτας φέρεται πρὸς τὸν κατὰ Ῥώμην Διονύσιον, ἡ περὶ Λουκιανοῦ. καὶ περὶ μὲν τούτων τοσαῦτα.

v.4.p.304