Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

τῶν γὰρ ἰσημερινῶν τμημάτων ὄντων δύο, “τοῦ μὲν ἐαρινοῦ, τοῦ δὲ μετοπωρινοῦ, καὶ διαμετρούντων ἄλληλα, δοθείσης τε τῆς τῶν διαβα- “τηρίων ἡμέρας τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς μεθ’ ἐσπέραν, ἐστήξεται μὲν ἡ σελήνη τὴν ἐναντίαν καὶ διάμετρον τῷ ἡλίῳ στάσιν, ὥσπερ οὖν ἔξεστιν ἐν ταῖς πανσελήνοις ὁρᾶν, ἔσονται δὲ ὁ μὲν κατὰ τὸ ἐαρινὸν ἰσημερινὸν, ὁ ἥλιος, τμῆμα, ἡ δὲ ἐξ ἀνάγκης κατὰ τὸ φθινοπωρινὸν ἰσημερινὸν, ἡ σελήνη.

οἶδα πλεῖστα καὶ ἄλλα πρὸς αὐτῶν λεγόμενα, τοῦτο μὲν πιθανὰ, τοῦτο δὲ κατὰ τὰς κυριακὰς ἀποδείξεις προι·όντα, δι’ ὧν παριστάνειν πειρῶνται, τὴν τοῦ πάσχα καὶ τῶν ἀζύμων ἑορτὴν δεῖν πάντως μετ’ ἰσημερίαν ἄγεσθαι· παρίημι δὲ τὰς τοιαύτας τῶν ἀποδείξεων ὕλας ἀπαιτῶν, ὧν περιῄρηται μὲν τὸ ἐπὶ τοῦ Μωυσέως νόμῳ κάλυμμα, ἀνακεκαλυμμένῳ δὲ τῷ προσώπῳ λοιπὸν ἤδη Χριστὸν καὶ τὰ Χριστοῦ ἀεὶ κατοπτρίζεσθαι μαθήματά τε καὶ παθήματα. τοῦ δὲ τὸν πρῶτον παρ’ Ἑβραί- “οις ὄις μῆνα περὶ ἰσημερίαν εἶναι παραστατικὰ καὶ τὰ “ἐν τῷ Ἐωὼχ μαθήματα.“

καὶ ἀριθμητικὰς δὲ

v.4.p.345
καταλέλοιπεν ὁ αὐτὸς ἐν ὅλοις δέκα συγγράμμασιν εἰσαγωγὰς, καὶ ἄλλα δείγματα τῆς περὶ τὰ θεῖα σχολῆς τε αὐτοῦ καὶ πολυπειρίας.

τούτῳ πρῶτος ὁ τῆς Παλαιστινῶν Καισαρείας ἐπίσκοπος Θεότεκνος χεῖρας εἰς ἐπισκοπὴν ἐπιτέθεικε, διάδοχον ἑαυτοῦ μετὰ τελευτὴν ποριεῖσθαι τῇ ἰδίᾳ παροικίᾳ προμνώμενος. καὶ δὴ ἐπὶ σμικρόν τινα χρόνον ἄμφω τῆς αὐτῆς προύστησαν ἐκκλησίας, ἀλλὰ γὰρ ἐπὶ τὴν Ἀντιόχειαν τῆς κατὰ Παῦλον συνόδου καλούσης, τὴν Λαοδικέων πόλιν παριὼν πρὸς τῶν ἀδελφῶν αὐτόθι κοιμηθέντος Εὐσεβίου κεκράτηται·

καὶ τοῦ Ἀνατολίου δὲ τὸν βίον μεταλλάξαντος τῆς ἐκεῖσε παροικίας ὕστατος τῶν πρὸ τοῦ διωγμοῦ καθίσταται Στέφανος, λόγων μὲν φιλοσόφων καὶ τῆς ἄλλης παρ᾿ Ἕλλησι παιδείας παρὰ τοῖς πολλοῖς θαυμασθεὲς, οὐχ ὁμοίως γε μὴν περὶ τὴν θείαν πίστιν διατεθειμένος, ὡς προϊὼν ὁ τοῦ διωγμοῦ καιρὸς ἀπήλεγξεν, εἴρωνα μᾶλλον δειλόν τε καὶ ἄνανδρον ἤπερ ἀληθῆ φιλόσοφον ἀποδείξας τὸν ἄνδρα.

οὐ μὴν ἐπὶ τούτῳ γε καταστρέφειν ἤμελλε τὰ τῆς ἐκκλησίας, ἀνορθοῦται δ᾿ αὐτὰ πρὸς αὐτοῦ θεοῦ τοῦ πάντων σωτῆρος αὐτίκα τῆς αὐτόθι παροικίας ἐπίσκοπος ἀναδειχθεὶς Θεόδοτος, πράγμασιν αὐτοῖς ἀνὴρ καὶ τὸ κύριον ὄνομα καὶ τὸν ἐπίσκοπον ἐπαληθεύσας. ἰατρικῆς μὲν γὰρ σωμάτων ἀπεφέρετο τὰ πρῶτα τῆς ἐπιστήμης, ψυχῶν δὲ θεραπευτικῆς οἷος οὐδὲ ἄλλος ἀνθρώπων ἐτύγχανε, φιλανθρωπίας, γνησιότητος, συμπαθείας, σπουδῆς τῆς τῶν παρ᾿ αὐτοῦ δεομένων ὠφελείας ἕνεκεν. πολὺ δὲ ἦν αὐτῷ καὶ τὸ περὶ τὰ θεῖα μαθήματα συνησκημένον. οὗτος μὲν δὴ τοιοῦτος ἦν.

ἐν Καισαρείᾳ δὲ τῆς Παλαιστίνης Θεότεκνον σπουδαιότατα τὴν ἐπισκοπὴν διελ-

v.4.p.346
θόντα Ἀγάπιος διαδέχεται, ὃν καὶ πολλὰ καμεῖν, γνησιωτάτην τε πρόνοιαν τῆς τοῦ λαοῦ προστασίας ἴσμεν πεποιημένον, πλουσίᾳ τε χειρὶ πάντων μάλιστα πενήτων ἐπιμεμελημένον.

κατὰ τοῦτον ἐλλογιμώτατον αὐτῷ τε βίῳ φιλόσοφον ἀληθῆ, πρεσβείου τῆς αὐτόθι παροικίας ἠξιωμένον, Πάμφιλον ἔγνωμεν, ὃν ὁποῖός τις ἦν καὶ ὁπόθεν ὁρμώμενος, οὐ σμικρᾶς ἂν γένοιτο δηλοῦν ὑποθέσεως· ἕκαστα δὲ τοῦ κατ’ αὐτὸν βίου καὶ ἧς συνεστήσατο διατριβῆς, τούς τε κατὰ τὸν διωγμὸν ἐν διαφόροις ὁμολογίαις ἀγῶνας αὐτοῦ, καὶ ὃν ἐπὶ πᾶσιν ἀνεδήσατο τοῦ μαρτυρίου στέφανον, ἐν ἰδίᾳ τῇ περὶ αὐτοῦ διειλήφαμεν ὑποθέσει.

ἀλλ’ οὗτος μὲν τῶν τῇδε θαυμασιώτατος, ἐν δὲ τοῖς μάλιστα καθ’ ἡμᾶς σπανιωτάτους γενομένους ἴσμεν τῶν μὲν ἐπ’ Ἀλεξανδρείας πρεσβυτέρων Πιέριον, Μελέτιον δὲ τῶν κατὰ Πόντον ἐκκλησιῶν ἐπίσκοπον.

ἀλλ’ ὁ μὲν ἄκρως ἀκτήμονι βίῳ καὶ μαθήμασι φιλοσόφοις δεδοκίμαστο, ταῖς περὶ τὰ θεῖα θεωρίαις καὶ ἐξηγήσεσι, καὶ ταῖς ἐπὶ τοῦ κοινοῦ τῆς ἐκκλησίας διαλέξεσιν ὑπερφυῶς ἐξησκημένος, ὁ δὲ Μελέτιος τὸ μέλιτῆς’ Αττικῆς ἐκάλουν αὐτὸν οἱ ἀπὸ παιδείας) τοιοῦτος ἦν, οἷον ἂν γράψειέ τις τῶν κατὰ πάντα λόγων ἕνεκα τελεώτατον· ῥητορικῆς μέν γε τὴν ἀρετὴν οὐδὲ οἶόν τε θαυμάζειν ἐπαξίως, ἀλλὰ τοῦτο μὲν εἶναι αὐτῷ φαίη ἄν τις τὸ κατὰ φύσιν· τῆς δ’ ἄλλης πολυπειρίας τε καὶ πολυμαθείας τίς ἂν τὴν ἀρετὴν ὑπερβάλοιτο;