Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

μέλλοντα δὲ ἤδη καὶ σχεδὸν εἰπεῖν τοῖς καθ᾿ ἡμῶν γράμμασιν ὑποσημειούμενον θεία μέτεισιν δίκη, μονονουχὶ ἐξ ἀγκώνων τῆς ἐγχειρήσεως αὐτὸν ἀποδεσμοῦσα, λαμπρῶς τε τοῖς πᾶσι συνορᾶν παριστῶσα, ὡς οὔποτε γένοιτ᾿ ἂν ῥᾳστώνη τοῖς τοῦ βίου ἄρχουσι κατὰ τῶν τοῦ Χριστοῦ ἐκκλησιῶν, μὴ οὐχὶ τῆς ὑπερμάχου χειρὸς θείᾳ καὶ οὐρανίῳ κρίσει, παιδείας ἕνεκα καὶ ἐπιστροφῆς, καθ᾿ οὓς ἂν αὐτὴ δοκιμάζοι καιροὺς, τοῦτ᾿ ἐπιτελεῖσθαι συγχωρούσης.

ἔτεσι γοῦν ἓξ κρατήσαντα τὸν Αὐρηλιανὸν διαδέχεται Πρόβος, καὶ τοῦτον δέ που τοῖς ἴσοις ἐπικατασχόντα Κᾶρος ἅμα παισὶ Καρίνῳ καὶ Νουμεριανῷ· πάλιν τ᾿ αὖ καὶ τούτων οὐδ᾿ ὅλοις τρισὶν

v.4.p.339
ἐνιαυτοῖς διαγενομένων μέτεισι τὰ τῆς ἡγεμονίας εἰς Διοκλητιανὸν καὶ τοὺς μετ’ αὐτὸν εἰσποιηθέντας, ἐφ’ ὧν ὁ καθ’ ἡμᾶς συντελεῖται διωγμός καὶ ἡ κατ’ αὐτὸν τῶν ἐκκλησιῶν καθαίρεσις.

ἀλλὰ γὰρ μικρῷ τούτου πρότερον τὸν ἐπὶ Ῥώμης ἐπίσκοπον Διονύσιον ἔτεσιν ἐννέα διελθόντα τὴν λειτουργίαν διαδέχεται Φῆλιξ.