Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E VI, 24] Ἐπὶ ταύταις τοῦ Διονυσίου φέρονται καὶ ἄλλαι πλείους ἐπιστολαὶ, ὥσπερ αἱ κατὰ Σαβελλίου πρὸς Ἄμμωνα τῆς κατὰ Βερνίκην ἐκκλησίας ἐπίσκοπον, καὶ ἡ πρὸς Τελεσφόρον, καὶ ἡ πρὸς Εὐφράνορα, καὶ πάλιν Ἄμμωνα καὶ Εὔπορον. συντάττει δὲ περὶ τῆς αὐτῆς ὑποθέσεως καὶ ἄλλα τέσσαρα συγγράμματα, ἃ τῷ κατὰ Ῥώμην Διονυσίῳ προσφωνεῖ.

καὶ πλείους δὲ παρὰ ταύτας εἰσὶν αὐτοῦ παρ’ ἡμῖν ἐπιστολαὶ, καὶ δὴ καὶ πολυεπεῖς λόγοι ἐν ἐπιστολῆς χαρακτῆρι γραφέντες, ὡς οἱ περὶ φύσεως, Τιμοθέῳ τῷ παιδὶ προσπεφωνημένοι, καὶ ὁ περὶ πειρασμῶν, ὃν καὶ αὐτὸν Εὐφράνορι ἀνατέθεικεν.

ἐπὶ τούτοις καὶ Βασιλείδῃ τῶν κατὰ τὴν Πεντάπολιν παροικιῶν ἐπισκόπῳ γράφων φησὶν ἑαυτὸν εἰς τὴν ἀρχὴν ἐξήγησιν πεποιῆσθαι τοῦ Ἐκκλησιαστοῦ. διαφόρους δ’ ἡμῖν καὶ πρὸς τοῦτον καταλέλοιπεν ἐπιστολάς. τοσαῦτα ὁ Διονύσιος. ἀλλὰ γὰρ ἤδη μετὰ τὴν τούτων ἱστορίαν φέρε καὶ τὴν καθ’ ἡμᾶς τοῖς μετέπειτα γνωρίζειν γενεὰν, ὁποία τις ἦν, παραδῶμεν.