Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. VI, 21] Ἐπὶ τούτοις πᾶσι σπουδάζεται αὐτῷ καὶ τὰ περὶ ἐπαγγελιῶν δύο συγγράμματα. ἡ δ᾿ ὑπόθεσις αὐτῷ Νέπως ἦν, ἐπίσκοπος τῶν κατ᾿ Αἴγυπτον, Ἰουδαϊκώτερον τὰς ἐπηγγελμένας τοῖς ἁγίοις ἐν ταῖς θείαις γραφαῖς ἐπαγγε- [*](6 Ies. 43, 19.)

v.4.p.323
λίας ἀποδοθήσεσθαι διδάσκων, καί τινα χιλιάδα ἐτῶν τρυφῆς σωματικῆς ἐπὶ τῆς ξηρᾶς ταύτης ἔσεσθαι ὑποτιθέμενος.

δόξας γοῦν οὗτος ἐκ τῆς Ἀποκαλύψεως Ἰωάννου τὴν ἰδίαν κρατύνειν ὑπόληψιν, “ἔλεγχον ἀλληγοριστῶν” λόγον τινὰ περὶ τούτου συντάξας ἐπέγραψε.

πρὸς ὃν ὁ Διονύσιος ἐν τοῖς περὶ ἐπαγγελιῶν ἐνίσταται, διὰ μὲν τοῦ προτέρου τὴν αὑτοῦ γνώμην ἣν εἶχε περὶ τοῦ δόγματος παρατιθέμενος, διὰ δὲ τοῦ δευτέρου περὶ τῆς Ἀποκαλύψεως Ἰωάννου διαλαμβάνων, ἔνθα τοῦ Νέπωτος κατὰ τὴν ἀρχὴν μνημονεύσας ταῦτα περὶ αὐτοῦ γράφει

“ἐπεὶ δὲ σύνταγμά τι προκομίζουσι Νέπωτος, ᾧ λίαν ἐπερείδονται ὡς ἀναντιρρήτως ἀποδεικνύντι τὴν τοῦ Χριστοῦ βασιλείαν ἐπὶ γῆς ἔσεσθαι, ἐν ἄλλοις μὲν πολλοῖς ἀποδέχομαι καὶ ἀγαπῶ Νέπωτα, τῆς τε πίστεως καὶ τῆς φιλοπονίας καὶ τῆς ἐν ταῖς γραφαῖς διατριβῆς καὶ τῆς πολλῆς ψαλμῳδίας, ᾑ μέχρι νῦν πολλοὶ τῶν ἀδελφῶν εὐθυμοῦνται, καὶ πάνυ δι’ αἰδοῦς ἄγω τὸν ἄνθρωπον ταύτῃ μαλλοῦ, ᾗ προανεπαύσατο, ἀλλὰ φίλη γὰρ καὶ προτιμοτάτη πάντων ἡ ἀλήθεια) ἐπαινεῖν τε χρὴ καὶ συναινεῖν ἀφθόνως, εἴ τι ὀρθός λέγοιτο, ἐξετάζειν δὲ καὶ διευθύνειν, εἴ τι μὴ φαίνοιτο ὑγιῶς ἀναγεγραμμένον.

καὶ πρὸς μὲν παρόντα καὶ ψιλῷ λόγῳ δογματίζοντα αὐτάρκης ἦν ἂν ἡ ἄγραφος ὁμιλία, δι’ ἐρωτήσεως καὶ ἀποκρίσεως πείθουσα καὶ συμβιβά- ζουσα τοὺς ἀντιδιατιθεμένους· γραφῆς δὲ ἐκκειμένης, ὡς δοκεῖ τισὶ, πιθανωτάτης, καί τινων διδασκάλων τὸν μὲν νόμον καὶ τοὺς προφήτας τὸ μηδὲν “ἡγουμένων, καὶ τὸ τοῖς εὐαγγελίοις ἕπεσθαι παρέντων, καὶ τὰς τῶν ἀποστόλων ἐπιστολὰς ἐκφαυλισάντων, τὴν δὲ τοῦ συγγράμματος τούτου διδασκαλίαν

v.4.p.324
“ὡς μέγα δή τι καὶ κεκρυμμένον μυστήριον κατεπαγ- “γελλομένων, καὶ τοὺς ἁπλουστέρους ἀδελφοὺς ἡμῶν “οὐδὲν ἐώντων ὑψηλὸν καὶ μεγαλεῖον φρονεῖν οὔτε “περὶ τῆς ἐνδόξου καὶ ἀληθῶς ἐνθέου τοῦ κυρίο “ἡμῶν ἐπιφανείας, οὔτε τῆς ἡμετέρας ἐκ νεκρῶν “ἀναστάσεως καὶ τῆς πρὸς αὐτὸν ἐπισυναγωγῆς καὶ “ὁμοιώσεως, ἀλλὰ μικρὰ καὶ θνητὰ καὶ οἷα τὰ νῦν ἐλπί- “ζεῖν ἀναπειθόντων ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, ἀναγκαῖο “καὶ ἡμᾶς ὡς πρὸς παρόντα τὸν ἀδελφὸν ἡμῶν δια- “λεχθῆναι Νέπωτα.”

τούτοις μεθ᾿ ἕτερα ἐπιφέρει λέγων “ἐν μὲν οὖν τῷ Ἀρσινοΐτῃ γενόμενος, ἔνθα, “ὡς οἶδας, πρὸ πολλοῦ τοῦτο ἐπεπόλαζε τὸ δόγμα, “ὡς καὶ σχίσματα καὶ ἀποστασίας ὅλων ἐκκλησιῶν “γεγονέναι, συγκαλέσας τοὺς πρεσβυτέρους καὶ δι- “δασκάλους τῶν ἐν ταῖς κώμαις ἀδελφῶν, παρόντων “καὶ τῶν βουλομένων ἀδελφῶν, δημοσίᾳ τὴν ἐξέτα- “σιν ποιήσασθαι τοῦ λόγου προετρεψάμην.

καὶ “τοῦτό μοι προσαγόντων τὸ βιβλίον ὥς τι ὅπλον καὶ “τεϊχος ἀκαταμάχητον, συγκαθεσθεὶς αὐτοῖς τριῶν “ἑξῆς ἡμερῶν ἐξ ἕω μέχρις ἑσπέρας, διευθύνειν ἐπει- “ράθην τὰ γεγραμμένα.

ἔνθα καὶ τὸ εὐσταθὲς “καὶ τὸ φιλάληθες καὶ τὸ εὐπαρακολούθητον καὶ “συνετὸν ὑπερηγάσθην τῶν ἀδελφῶν, ὡς ἐν τάξει “καὶ μετ᾿ ἐπιεικείας τὰς ἐρωτήσεις καὶ τὰς ἐπαπορή- “σεις καὶ τὰς συγκαταθέσεις ἐποιούμεθα, τὸ μὲν ἐκ “παντὸς τρόπου φιλονείκως τῶν ἅπαξ δοξάντων πε- “ριέχεσθαι, εἰ καὶ μὴ φαίνοιντο ὀρθῶς ἔχοντα, παρ- “αιτησάμενοι, μήτε δὲ τὰς ἀντιλογίας ὑποστελλόμενοι, “ἀλλ᾿ εἰς ὅσον οἷόν τε τῶν προκειμένων ἐπιβατεύειν “καὶ κρατύνειν αὐτὰ πειρώμενοι, μήτε, εἰ λόγος αἱ- “ρεῖ, μεταπείθεσθαι καὶ συνομολογεῖν αἰδούμενοι, “ἀλλ᾿ εὐσυνειδήτως καὶ ἀνυποκρίτως καὶ ταῖς καρ-

v.4.p.325
“δίαις πρὸς τὸν θεὸν ἡπλωμέναις τὰ ταῖς ἀποδείξεσι ‘καὶ διδασκαλίαις τῶν ἁγίων γραφῶν “καταδεχόμενοι.

καὶ τέλος ὅ τε τῆς διδαχῆς ταύ- ‘της ἀρχηγὸς καὶ εἰσηγητὴς, ὁ καλούμενος Κορακίων, “ἐν ἐπηκόῳ πάντων τῶν παρόντων ἀδελφῶν ὡμολό- “γησε καὶ διεμαρτύρατο ἡμῖν μηκέτι τούτῳ προσ- “έξειν, μηδὲ διαλέξεσθαι περὶ τούτου, μηδὲ μεμνῆ- “σθαι, μηδὲ διδάξειν, ὡς ἱκανῶς ὑπὸ τῶν ἀντι- “λεχθέντων ᾑρημένος· τῶν τε ἄλλων ἀδελφῶν οἱ “παρόντες ἔχαιρον ἐπὶ τῇ κοινολογίᾳ καὶ τῇ πρὸς “πάντας συγκαταβάσει καὶ συνδιαθέσει.’’