Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

ἀτὰρ καὶ παραδόξου τοιούτου. ἐπὶ τῆς Φιλίππου Καισαρείας, ἣν Πανεάδα Φοίνικες προσαγορεύουσι, φασὶ παρὰ ταῖς αὐτόθι δεικνυμέναις ἐν ταῖς ὑπωρείαις τοῦ καλουμένου Πανίου ὅρους πηγαῖς, ἐξ ὧν καὶ τὸν Ἰορδάνην προχεῖσθαι, κατά τινα ἑορτῆς ἡμέραν σφάγιόν τι καταβάλλεσθαι, καὶ τοῦτο τῇ τοῦ δαίμονος δυνάμει ἀφανὲς γίνεσθαι παραδόξως, θαῦμά τε εἶναι περιβόητον τοῖς παροῦσι τὸ γινόμενον. παρόντα δ’ οὖν ποτὲ τοῖς πραττομένοις τὸν Ἀστύριον, καὶ τὸ πρᾶγμα καταπεπληγμένους ἰδόντα τοὺς πολλοὺς, οἰκτεῖραι τῆς πλάνης, κἄπειτα ἀνανεύσαντα εἰς οὐρανὸν ἱκετεῦσαι διὰ Χριστοῦ τὸν ἐπὶ πάντων θεὸν, τὸ λαοπλάνον δαιμόνιον ἐλέγξαι καὶ παῦσαι τῆς τῶν ἀνθρώπων ἀπάτης. ταῦτα δέ φασιν εὐξαμένου ἀθρόως τὸ ἱερεῖον ἐπιπολάσαι ταῖς πηγαῖς, οὕτω τε αὐτοῖς τὸ παράδοξον οἴχεσθαι, μηδενὸς μηκέτι θαύματος περὶ τὸν τόπον γενομένου.