Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. VI, 10] Περὶ δὲ τοῦ κατ᾿ αὐτὸν διωγμοῦ σφοδρότατα πνεύσαντος οἷα σὺν ἑτέροις ὁ αὐτὸς διὰ τὴν εἰς τὸν τόν ὅλων θεὸν εὐσέβειαν ὑπέστη, δηλώσουσιν αἱ αὐτοῦ φωναὶ, ἃς πρὸς Γερμανὸν τῶν κατ᾿ αὐτὸν ἐπισκόπων κακῶς ἀγορεύειν αὐτὸν πειρώμενον ἀποτεινόμενος τοῦτον παρατίθεται τὸν τρόπον

‟εἰς ἀφροσύνην δὲ κινδυνεύω πολλὴν καὶ ‟ἀναισθησίαν ὄντως ἐμπεσεῖν, εἰς ἀνάγκην συμβιβαζό- “μενος τοῦ διηγεῖσθαι τὴν θαυμαστὴν περὶ ἡμᾶς οἰκο- “νομίαν τοῦ θεοῦ. ἀλλ᾿ ἐπειδὴ μυστήριον, φησὶ, βασι- “λέως κρύψαι καλὸν, τὰ δὲ ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν ἔνδοξον, ὁμόσε χωρήσω τῇ Γερμανοῦ βίᾳ.

ἧκον ‟πρὸς Αἰμιλιανὸν οὐ μόνος· ἠκολούθησαν δέ μοι ‟συμπρεσβύτερός τέ μου Μάξιμος καὶ διάκονοι ‟Φαῦστος καὶ Εὐσέβιος καὶ Χαιρήμων· καί τις τῶν “ἀπὸ ῾Ρώμης παρόντων ἀδελφῶν ἡμῖν συνεισῆλθεν. ‟

Αἰμιλιανὸς δὲ οὐκ εἶπέ μοι προηγουμένως ῾μὴ “σύναγε.᾿ περιττὸν γὰρ ἦν αὐτῷ τοῦτο καὶ τὸ “τελευταῖον ἐπὶ τὸ πρῶτον ἀνατρέχοντι. οὐ γὰρ “περὶ τοῦ μὴ συνάγειν ἑτέρους ὁ λόγος ἦν αὐτῷ, “ἀλλὰ περὶ τοῦ μηδ᾿ αὐτοὺς ἡμᾶς εἶναι Χριστιανοὺς, “καὶ τούτου προσέταττε πεπαῦσθαι, εἰ μεταβαλοίμην “ἔγωγε, καὶ τοὺς ἄλλους ἕψεσθαί μοι νομίζων. “

ἀπεκρινάμην δὲ οὐκ ἀπεοικότως οὐδὲ μακράν “῾πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ ἀνθρώποις.᾿ ἀλλ᾿ “ἄντικρυς διεμαρτυράμην ὅτι τὸν θεὸν τὸν ὄντα “μόνον καὶ οὐδένα ἕτερον σέβω, οὐδ᾿ ἂν μεταθεί- “μην οὐδὲ παυσαίμην ποτὲ Χριστιανὸς ὤν. ἐπὶ [*](10 2 Cor. 11, 1. 17. 23. 13 Tob. 12, 7. 28 Act. 5, 29.)

v.4.p.307
“τούτοις ἐκέλευσεν ἡμᾶς ἀπελθεῖν εἰς κώμην πλησίον ‟τῆς ἐρήμου καλουμένην Κεφρώ.

αὐτῶν δὲ ἐπα- ‟κούσατε τῶν ὑπ´ ἀμφοτέρων λεχθέντων ὡς ὑπεμνη- “ματίσθη. εἰσαχθέντων Διονυσίου καὶ Φαύστου καὶ “Μαξίμου καὶ Μαρκέλλου καὶ Χαιρήμονος Αἰμιλια- ‟νὸς διέπων τὴν ἡγεμονίαν εἶπε· καὶ ἀγράφως ὑμῖν “διελέχθην περὶ τῆς φιλανθρωπίας τῶν κυρίων ἡμῶν ‟ᾗ περὶ ὑμᾶς κέχρηνταί.

δεδώκασι γὰρ ἐξουσίαν “ὑμῖν σωτηρίας, εἰ βούλοισθε ἐπὶ τὸ κατὰ φύσιν “τρέπεσθαι, καὶ θεοὺς τοὺς σώζοντας αὐτῶν τὴν ‟βασιλείαν προσκυνεῖν, ἐπιλαθέσθαι τε τῶν παρὰ “φύσιν. τί οὖν φατὲ πρὸς ταῦτα; οὐδὲ γὰρ ἀχαρί- “στους ὑμᾶς ἔσεσθαι περὶ τὴν φιλανθρωπίαν αὐτῶν ‟προσδοκῶ, ἐπειδήπερ ἐπὶ τὰ βελτίω ὑμᾶς προτρέ- “πονται.

Διονύσιος ἀπεκρίνατο· οὐ πάντες πάντας “προσκυνοῦσι θεοὺς, ἀλλ᾿ ἕκαστοι τινὰς, οὓς νομί- “ζουσιν. ἡμεῖς τοίνυν τὸν ἕνα θεὸν, τὸν δημιουργὸν “τῶν ἁπάντων, τὸν καὶ τὴν βασιλείαν ἐγχειρίσαντα ‟τοῖς θεοφιλεστάτοις Οὐαλεριανῷ καὶ Γαλλιηνῷ “σεβαστοῖς, τοῦτον καὶ σέβομεν καὶ προσκυνοῦμεν, “καὶ τούτῳ διηνεκῶς ὑπὲρ τῆς βασιλείας αὐτῶν, “ὅπως ἀσάλευτος διαμένῃ, προσευχόμεθα.

Αἰμι- “λιανὸς διέπων τὴν ἡγεμονίαν αὐτοῖς εἶπε· τίς γὰρ “ὑμᾶς κωλύει καὶ τοῦτον, εἴπερ ἐστὶ θεὸς, μετὰ “τῶν κατὰ φύσιν θεῶν προσκυνεῖν; θεοὺς γὰρ “σέβειν ἐκελεύσθητε, καὶ θεοὺς οὓς πάντες ἴσασι. “Διονύσιος ἀπεκρίνατο ῾ἡμεῖς οὐδένα ἕτερον προσ- ‟κυνοῦμεν.