Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. V, 43] Δέκιον οὐδ’ ὅλον ἐπικρατήσαντα δυοῖν ἐτοῖν χρόνον, αὐτίκα τε ἅμα παισὶ κατασφαγέντα Γάλλος διαδέχεται. Ὠριγένης ἐν τούτῳ ἑνὸς δέοντα τῆς ζωῆς ἑβδομήκοντα ἀποπλήσας ἔτη τελευτᾷ. γράφων γέ τοι ὁ Διονύσιος Ἑρμάμμωνι περὶ τοῦ Γάλλου ταῦτα φάσκει ‟ἀλλ’ οὐδὲ Γάλλος ἔγνω τὸ Δεκίου κακὸν, οὐδὲ προεσκόπησε τί ποτ’

v.4.p.298
ἐκεῖνον ἔσφηλεν, ἀλλὰ πρὸς τὸν αὐτὸν πρὸ τῶν ὀφθαλμῶν αὐτοῦ γενόμενον ἔπταισε λίθον. ὃς εὖ φερομένης αὐτῷ τῆς βασιλείας, καὶ κατὰ νοῦν χωρούντων τῶν πραγμάτων, τοὺς ἱεροὺς ἄνδρας περὶ τῆς εἰρήνης αὐτοῦ καὶ τῆς ὑγιείας πρεσβεύοντας ‘βεύοντας πρὸς τὸν θεὸν ἤλασεν. οὐκοῦν σὺν ἐκείνοις ἐδίωξε καὶ τὰς ὑπὲρ ἑαυτοῦ προσευχάς.” ταῦτα μὲν οὑν περὶ τοῦδε.