Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. VI, 4] Ἴδωμεν δὲ ὁ αὐτὸς ὁποῖα καὶ τῷ Νοουάτῳ διεχάραξε, ταράττοντι τηνικάδε τὴν Ῥωμαίων ἀδελφότητα. ἐπειδὴ οὖν τῆς ἀποστασίας καὶ τοῦ σχίσματος πρόφασιν ἐποιεῖτο τῶν ἀδελφῶν τινας, ὡς δὴ πρὸς αὐτῶν ἐπὶ τοῦτ’ ἐλθεῖν ἐκβεβιασμένος, ὅρα τίνα τρόπον αὐτῷ γράφει· ‟Διονύσιος ‟Νοουάτῳ τῷ ἀδελφῷ χαίρειν. εἰ ἄκων, ὡς φῄς, ‘ἤχθης, δείξεις, ἐὰν ἀναχωρήσῃς ἐγών. ἔδει μὲν γὰρ

v.4.p.296
‟καὶ πὰν ὁτιοῦν παθεῖν ὑπὲρ τοῦ μὴ διακόψαι τὴν ἐκ- “κλησίαν τοῦ θεοῦ, καὶ ἦν οὐκ ἀδοξοτέρα τῆς ἕνεκεν ‟τοῦ μὴ εἰδωλολατρῆσαι γινομένης ἡ ἕνεκεν τοῦ μὴ σχίσαι μαρτυρία, κατ’ ἐμὲ δὲ καὶ μείζων. ἐκεῖ μὲν ‟γὰρ ὑπὲρ μιᾶς τις τῆς ἑαυτοῦ ψυχῆς, ἐνταῦθα δὲ ‟ὑπὲρ ὅλης τῆς ἐκκλησίας μαρτυρεῖ. καὶ νῦν δὲ εἰ ‟πείσαις ἢ βιάσαιο τοὺς ἀδελφοὺς εἰς ὁμόνοιαν ἐλ- ‟θεῖν, μεῖζον ἔσται σοι τοῦ σφάλματος τὸ κατόρθωμα, ‟καὶ τὸ μὲν οὐ λογισθήσεται, τὸ δὲ ἐπαινεθήσεται. ‟εἰ δὲ ἀπειθούντων ἀδυνατοίης, σώζων σῶζε τὴν ‟σεαυτοῦ ψυχήν. ἐρρῶσθαί σε ἐχόμενον τῆς εἰρήνης ῾ἐν κυρίῳ εὔχομαι.” ταῦτα καὶ πρὸς τὸν Νοουάτον.