Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

καὶ ὁ ἄθλιος ἄνθρωπος οὐ πρότερον γεύεται, εἰ μὴ πρότερον αὐτῷ καταράσαιτο. καὶ ἀντὶ τοῦ ῾εἰπεῖν λαμβάνοντα τὸν ἄρτον ἐκεῖνον τὸ ἀμήν ῾οὐκ- ‟ἔτι ἀνήξω πρὸς Κορνήλιον λέγει.”

καὶ μεθ’ ἕτερα πάλιν ταῦτά φησιν “ἤδη δὲ ἴσθι γεγυμνῶσθαι

v.4.p.294
‟καὶ ἔρημον γεγονέναι, καταλιμπανόντων αὐτὸν καθ’ “ἡμέραν ἑκάστην τῶν ἀδελφῶν, καὶ εἰς τὴν ἐκκλη- ‟σίαν ἐπανερχομένων. ὃν καὶ Μωυσῆς ὁ μακάριος μάρτυς, ὁ παρ’ ἡμῖν ἔναγχος μαρτυρήσας καλήν “τινα καὶ θαυμαστὴν μαρτυρίαν, ἔτι ὢν ἐν κόσμῳ, “κατιδὼν αὐτοῦ τὴν θρασύτητα καὶ τὴν ἀπόνοιαν, ‟ἀκοινώνητον ἐποίησε σὺν τοῖς πέντε πρεσβυτέροις ῾τοῖς ἅμα αὐτῷ ἀποσχίσασιν ἑαυτοὺς τῆς ἐκκλησίας.”