Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

Νεμεσίων δέ τις, κἀκεῖνος Αἰγύπτιος, ἐσυκοφαντήθη μὲν ὡς δὴ σύνοικος λῃστῶκ, ἀπολυσάμενος δὲ ταύτην παρὰ τῷ “ἑκατοντάρχῳ τὴν ἀλλοτριωτάτην κατ’ αὐτοῦ διαβολὴν, καταμηνυθεὶς ὡς Χριστιανὸς ἧκε δεσμώτης “ἐπὶ τὸν ἡγούμενον. ὁ δὲ ἀδικώτατος διπλαῖς αὐτὸν

v.4.p.287
“ ἢ τοὺς λῃστὰς ταῖς τε βασάνοις καὶ ταῖς μάστιξι “λυμηνάμενος, μεταξὺ τῶν λῃστῶν κατέφλεξε, τιμη- “θέντα τὸν μακάριον τῷ τοῦ Χριστοῦ παραδείγματι. “

ἀθρόον δέ τι σύνταγμα στρατιωτικὸν, Ἄμμων “καὶ Ζήνων καὶ Πτολεμαῖος καὶ Ἰγγένης, καὶ σὺν “ αὐτοῖς πρεσβύτης Θεόφιλος, εἱστήκεισαν πρὸ τοῦ “δικαστηρίου· κρινομένου δή τινος ὡς Χριστιανοῦ ‘καὶ πρὸς ἄρνησιν ἤδη ῥέποντος ἐπρίοντο οὗτοι “παρεστηκότες, καὶ τοῖς τε προσώποις ἐνένευον, καὶ “τὰς χεῖρας ἀνέτεινον, καὶ συνεσχηματίζοντο τοῖς σώμασιν.

ἐπιστροφῆς δὲ πάντων πρὸς αὐτοὺς γενομένης, πρίν τινας αὐτῶν ἄλλους λαβέσθαι, “φθάσαντες ἐπὶ τὸ βάθρον ἀνέδραμον, εἶναι Χρι- “στιανοὶ λέγοντες, ὡς τόν τε ἡγεμόνα καὶ τοὺς συνέδρους ἐμφόβους γενέσθαι, καὶ τοὺς μὲν κρινομένους “εὐθαρσεστάτους ἐφ’ οἶς πείσονται φαίνεσθαι, “δὲ δικάζοντας ἀποδειλιᾶν. καὶ οὗτοι μὲν ἐκ δικα- ‘στηρίων ἐνεπόμπευσαν καὶ ἠγαλλιάσαντο τῇ μαρ- “τυρίᾳ, θριαμβεύοντος αὐτοὺς ἐνδόξως τοὐ θεοῦ.”