Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. V, 28] Τά γέ τοι κατὰ Διονύσιον ἐκ τῆς πρὸς Γερμανὸν ἐπιστολῆς αὐτοῦ παραθήσομαι, ἔνθα τοῦτον περὶ ἑαυτοῦ λέγων ἱστορεῖ τὸν τρόπον “ἐγὼ δὲ καὶ ἐνώπιον τοῦ θεοῦ λαλῶ, καὶ “αὐτὸς οἶδεν ὅτι οὐ ψεύδομαι· οὐδὲ μίαν ἐπ᾿ ἐμαυ- “τοῦ βαλλόμενος οὐδὲ ἀθεεὶ πεποίημαι τὴν φυγήν. “

ἀλλὰ καὶ πρότερον τοῦ κατὰ Δέκιον προτεθέντος “διωγμοῦ Σαβῖνος αὐτῆς ὥρας φρουμεντάριον ἔπεμ- “ψεν εἰς ἀναζήτησίν μου, κἀγὼ μὲν τεσσάρων ἡμε- “ρῶν ἐπὶ τῆς οἰκίας ἔμεινα, τὴν ἄφιξιν τοὐ φρου-

v.4.p.281
“μενταρίου προσδοκῶν. ὁ δὲ πάντα μὲν περιῆλθεν “ἀνερευνῶν, τοὺς ποταμοὺς, τὰς ὁδοὺς, τοὺς ἀγροὺς, “ἔνθα κρύπτεσθαί με ἢ βαδίζειν ὑπενόησεν, ἀορασίᾳ δὲ εἴχετο, μὴ εὑρίσκων τὴν οἰκίαν· οὐ γὰρ ἐπίστευ- “σεν οἴκοι με διωκόμενον ἔχειν.

καὶ μόλις μετὰ τὴν τετάρτην ἡμέραν κελεύσαντός μοι μεταστῆναι “τοῦ θεοῦ καὶ παραδόξως ὁδοποιήσαντος ἐγώ τε “οἱ παῖδες καὶ πολλοὶ τῶν ἀδελφῶν ἅμα “θομεν. καὶ ὅτι τῆς τοῦ θεοῦ προνοίας ἔργον ἐκεῖνο “γέγονε τὰ ἐξῆς ἐδήλωσεν, ἐν οἷς τάχα τισὶ γεγόναμεν χρήσιμοι.”

εἶτά τινα μεταξὺ εἰπὼν τὰ μετὰ τὴν φυγὴν αὐτῷ συμβεβηκότα δηλοῖ, ταῦτα ἐπιφέρων “ἐγὼ μὲν γὰρ περὶ ἡλίου δυσμὰς ἅμα τοῖς “σὺν ἐμοὶ γενόμενος ὑπὸ τοῖς στρατιώταις εἰς Ταπό- “σιριν ἤχθην, ὁ δὲ Τιμόθεος κατὰ τὴν τοῦ θεοῦ “πρόνοιαν ἔτυχε μὴ παρὼν μηδὲ καταληφθείς. ἐλθὼν “δὲ ὕστερον ηὗρε τὸν οἶκον ἔρημον, καὶ φρουροῦν- “τας αὐτὸν ὑπηρέτας, ἡμᾶς δὲ ἐξηνδραποδισμένους.”

καὶ μεθ’ ἕτερά φησι “καὶ τίς ὁ τῆς θαυμασίας ‘οἰκονομίας αὐτοῦ τρόπος; τὰ γὰρ ἀληθῆ λεχθήσεται. ‘ἀπηντᾶτό τις τῶν χωρικῶν ὑποφεύγοντι τῷ Τιμο- ‘θέῳ καὶ τεταραγμένῳ, καὶ τὴν αἰτίαν τῆς ἐπείξεως ἐπύθετο.