Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
[ Nic. H. E. V, 19] Καὶ Ὠριγένει δὲ κατὰ τοῦτον τὸν χρόνον τὰ εἰς τὸν Ἠσαίαν, ἐν ταὐτῶ δὲ καὶ τὰ εἰς τὸν Ἰεζεκιὴλ συνετάττετο· ὧν εἰς μὲν τὸ τρίτον μέρος τοῦ Ἡσαΐου, μέχρι τῆς ὁράσεως τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ, τριάκοντα εἰς ἡμὰς περιῆλθον τόμοι, εἰς δὲ τὸν Ἰεζεκιὴλ πέντε καὶ εἴκοσιν, οὓς καὶ μόνους εἰς τὸν πάντα πεποίηται προφήτην.
γενόμενος δὲ τηνικάδε ἐν Ἀθήναις περαίνει μὲν τὰ εἰς τὸν Ἰεζεκιὴλ, τῶν δὲ εἰς τὸ ᾆσμα τῶν ᾀσμάτων ἄρχεται, καὶ πρόεισί γε αὐτόθι μέχρι πέμπτου συγγράμματος. ἐπανελθὼν δὲ ἐπὶ τὴν Καισάρειαν καὶ ταῦτα εἰς πέρας δέκα ὄντα τὸν ἀριθμὸν ἄγει.
τί δεῖ τῶν λόγων τἀνδρὸς ἐπὶ τοῦ παρόντος τὸν ἀκριβῆ κατάλογον ποιεῖσθαι, ἰδίας δεόμενον σχολῆς; ὃν καὶ ἀνεγράψαμεν ἐπὶ τῆς τοῦ Παμφίλου [*](15 προλαβὼν] Eus. H. E, I, 7.)