Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. V, 16] Τὸν μέντοι γε πρῶτον ἐξηγούμενος ψαλμὸν ἔκθεσιν πεποίηται τοῦ τῶν ἱερῶν γραφῶν τῆς παλαιάς διαθήκης καταλόγου, ὧδέ πως γράφων κατὰ λέξιν “οὐκ ἀγνοητέον δ’ εἶναι τὰς “διαθήκους βίβλους, ὡς Ἑβραῖοι παραδιδόασιν, δύο “καὶ εἴκοσι, ὅσος ἀριθμὸς τῶν παρ’ αὐτοῖς στοιχείων ῾ἐστίν.”

εἶτα μετά τινα ἐπιφέρει λέγων “εἰσὶ δὲ “αἱ εἴκοσι δύο βίβλοι καθ’ Ἑβραίους αἵδε· ἡ ἡμῖν Γένεσις ἐπιγεγραμμένη, παρ’ Ἑβραίοις δὲ ἀπὸ “τῆς ἀρχῆς τῆς βίβλου Βρησὶδ, ὅπερ ἐστὶν, ἐν “Ἔξοδος, Οὐελεσμὼθ, ὅπερ ἐστὶ, ταῦτα τὰ ‘Λευιτικὸν, Οὐϊκρὰ, καὶ ἐκάλεσεν· Ἀριθμοὶ, Ἀμμε- “ σφεκωδείμ· Δευτερονόμιον, Ἐλεαδδεβαρεὶμ, οὗτοι “οἱ λόγοι· Ἰησοῦς υἱὸς Ναυῆ, Ἰωσοῦε βὲν “ Κριταὶ, Ῥοὺθ, παρ’ αὐτοῖς ἐν ἐνὶ, Σαφατείμ Βασι- ῾ λειῶν πρώτη, δευτέρα, παρ’ αὐτοῖς ἓν, Σαμουὴλ, “ὁ θεόκλητος· Βασιλειῶν τρίτη, τετάρτη, ἐν ἐνὶ “Οὐαμὲλχ Δαβὶδ, ὅπερ ἐστὶ βασιλεία Δαβίδ· Παρα- “λειπομένων πρώτη, δευτέρα, ἐν ἐνὶ Δαβρηϊαμεὶν, ὅπερ ἐστὶ λόγοι ἡμερῶν· Ἔσδρας πρῶτος, δεύτερος, “ἐν ἑνὶ Ἔζρᾶ, ὅ ἐστι βοηθός· βίβλος Ψαλμῶν, “ θελλείμ· Σολομῶνος παροιμίαι, Μελώθ· Ἐκκλη- [*](12 Origenes vol. II p. 528 Del. (XI p. 377 Lomm.).)

v.4.p.270
“σιαστὴς, Κωέλθ· Ἀισμα Ἀισμάτων, Σὶρ Ἀσσιρίμ· “Ἡσαΐας, Ἰεσσία· Ἱερεμίας σὺν Θρήνοις καὶ τῇ ἐπι- “στολῇ ἐν ἐνὶ, Ἱερεμία· Δανιὴλ, Δανιήλ· “ Ἰεζεκιήλ· Ἰὼβ, Ἰὼβ· Ἐσθὴρ, Ἐσθήρ. ἔξω δὲ τού- “των ἐστὶ τὰ Μακκαβαϊκὰ, ἅπερ ἐπιγέγραπται Σαρ- “βὴθ Σαβαναιέλ.”

ταῦτα μὲν οὖν ἐν τῷ προειρημένῳ τίθησι συγγράμματι· ἐν δὲ τῷ πρώτῳ τῶν εἰς τὸ κατὰ Ματθαῖον, τὸν ἐκκλησιαστικὸν φυλάττων κανόνα, μόνα τέσσαρα εἰδέναι εὐαγγέλια μαρτύρεται, ὧδέ πως γράφων

“ ὡς ἐν παραδόσει μαθὼν περὶ “τῶν τεσσάρων εὐαγγελίων, ἃ καὶ μόνα ἀναντίρρητά “ἐστιν ἐν τῇ ὑπὸ τὸν οὐρανὸν ἐκκλησίᾳ τοῦ θεοῦ, “ὅτι πρῶτον μὲν γέγραπται τὸ κατὰ τόν ποτε ῾νην, ὕστερον δὲ ἀπόστολον Ἰησοῦ Χριστοῦ Ματ- “θαῖον, ἐκδεδωκότα αὐτὸ τοῖς ἀπὸ Ἰουδαϊσμοῦ πι- “στεύσασι, γράμμασιν Ἑβραϊκοῖς συντεταγμένον· “

δεύτερον δὲ τὸ κατὰ Μάρκον, ὡς Πέτρος “σατο αὐτῷ, ποιήσαντα, ὃν καὶ υἱὸν ἐν τῇ “ἐπιστολῇ διὰ τούτων ὡμολόγησε φάσκων ἀσπάζεται “ ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μάρκος ὁ υἱός “ μου᾿.

καὶ τρίτον τὸ κατὰ Λουκᾶν, τὸ ὑπὸ Παῦλον ‘ἐπαινούμενον εὐαγγέλιον, τοῖς ἀπὸ τῶν ἐθνῶν πε- ‘ποιηκότα· ἐπὶ πᾶσι τὸ κατὰ Ἰωάννην.”

καὶ ἐν τῷ πέμπτῳ δὲ τῶν εἰς τὸ κατὰ Ἰωάννην ἐξηγητικῶν ὁ αὐτὸς ταῦτα περὶ τῶν ἐπιστολῶν τῶν ἀποστόλων φησίν· “ὁ δὲ ἱκανωθεὶς διάκονος γεγενῆσθαι “διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος, “ Παῦλος, ὁ πεπληρωκὼς τὸ εὐαγγέλιον ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ, οὐδὲ πάσαις [*](10 Origenes vol. III p. 440 Del. (III p. 1 Lomm.). 19 1 Petr. 5, 13. 26 Origenes Comm. ed. Huet. vol. II p. 88 (I p. 165 Lomm.). 27 2 Cor. 3, 6. 28 Rom. 15, 19.)

v.4.p.271
“ἔγραψεν αἷς ἐδίδαξεν ἐκκλησίαις, ἀλλὰ καὶ αἷς ἔγρα- “ψεν, ὀλίγους στίχους ἐπέστειλε.

Πέτρος δὲ, “ᾧ οἰκοδομεῖται ἡ Χριστοῦ ἐκκλησία, οὐ κατισχύσουσι, μίαν ἐπιστολὴν ὁμολογουμένην “καταλέλοιπεν, ἔστω δὲ καὶ δευτέραν· ἀμφιβάλλεται “γάρ.

τί δεῖ περὶ τοῦ ἀναπεσόντος ἐπὶ τὸ “λέγειν τοῦ Ἰησοῦ, Ἰωάννου, ὃς εὐαγγέλιον ἓν κατα- ‘λέλοιπεν, ὁμολογῶν δύνασθαι τοσαῦτα ποιήσειν ἃ “οὐδὲ ὁ κόσμος χωρῆσαι ἐδύνατο; ἔγραψε δὲ καὶ τὴν “Αποκάλυψιν, κελευσθεὶς σιωπῆσαι καὶ μὴ γράψαι “τὰς τῶν ἑπτὰ βροντῶν φωνάς.

καταλέλοιπε καὶ “ἐπιστολὴν πάνυ ὀλίγων στίχων, ἔστω δὲ καὶ δευτέ- “ραν καὶ τρίτην· ἐπεὶ οὐ πάντες φασὶ γνησίους εἶναι “ ταύτας· πλὴν οὐκ εἰσὶ στίχων ἀμφότεραι᾿

ἔτι πρὸς τούτοις περὶ τῆς πρὸς Ἑβραίους ἐπιστολῆς ἐν ταῖς εἰς αὐτὴν ὁμιλίαις ταῦτα διαλαμβάνει “ὅτι ὁ χαρακτὴρ τῆς λέξεως τῆς πρὸς Ἑβραίους ἐπι- “γεγραμμένης ἐπιστολῆς οὐκ ἔχει τὸ ἐν λόγῳ ἰδιω- “τικὸν τοῦ ἀποστόλου, ὁμολογήσαντος ἑαυτὸν ἰδιώτην ‘εἶναι τό λόγῳ, τουτέστι τῇ φράσει, ἀλλά ἐστιν ἡ “ἐπιστολὴ συνθέσει τῆς λέξεως Ἑλληνικωτέρα, πᾶς ὁ “ἐπιστάμενος κρίνειν φράσεων διαφορὰς ὁμολογήσαι “ ἄν.

πάλιν τε αὖ ὅτι τὰ νοήματα τῆς ἐπιστολῆς “θαυμάσιά ἐστι, καὶ οὐ δεύτερα τῶν ἀποστολικῶν ὁμολογουμένων γραμμάτων, καὶ τοῦτο ἂν συμφήσαι “εἶναι ἀληθὲς πᾶς ὁ προσέχων τῇ ἀναγνώσει τῇ ἀπο- “ στολικῇ.”

τούτοις μεθ’ ἕτερα ἐπιφέρει λέγων ἐγὼ δὲ ἀποφαινόμενος εἴποιμ’ ἂν ὅτι τὰ μὲν νοήματα τοὐ ἀποστόλου ἐστὶν, ἡ δὲ φράσις καὶ ἡ σύν- [*](3 Matth. 16, 18. 8 loann. 21, 25. 10 Apoc. 10, 4. Origenes Comm. ed. Huet. vol. II p. 4.80 (V p. 301 Lomm.). 19 2 Cor, 11, 6.)

v.4.p.272
“θεσις ἀπομνημονεύσαντός τινος τὰ ἀποστολικὰ, “ὡσπερεὶ σχολιογραφήσαντός τινος τὰ εἰρημένα ὑπὸ “τοῦ διδασκάλου. εἴ τις οὖν ἐκκλησία ἔχει τὴν ἐπιστολὴν ὡς Παύλου, αὕτη εὐδοκιμείτω καὶ “ἐπὶ τούτῳ οὐ γὰρ εἰκῆ οἱ ἀρχαῖοι ἄνδρες ὡς Παύ- “λου αὐτὴν παραδεδώκασι.

τίς δὲ ὁ γράψας “ἐπιστολὴν, τὸ μὲν ἀληθὲς θεὸς οἶδεν, ἡ δὲ εἰς ἡμᾶς “φθάσασα ἱστορία ὑπό τινων μὲν λεγόντων ὅτι Κλή- “μὴς ὁ γενόμενος ἐπίσκοπος Ῥωμαίων ἔγραψε τὴν ἐπι- “στολὴν, ὑπό τινων δὲ ὅτι Λουκᾶς ὁ γράψας τὸ εὐαγ- “γέλιον καὶ τὰς πράξεις.” ἀλλὰ ταῦτα μὲν ὧδε ἐχέτω.