Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. V, 12-13] Μάρτυρες δὲ καὶ τῆς περὶ ταῦτα αὐτοῦ κατορθώσεως αὐτῶν Ἑλλήνων οἱ κατ᾿ αὐτὸν ἠκμακότες φιλόσοφοι, ὧν ἐν συγγράμμασι πολλὴν μνήμην ηὕρομεν τοῦ ἀνδρὸς, τοτὲ μὲν αὐτῷ προσφωνούντων τοὺς ἑαυτῶν λόγους, τοτὲ δὲ ὡς διδασκάλῳ εἰς ἐπίκρισιν τοὺς ἰδίους ἀναφερόντων πόνους.

τί δεῖ ταῦτα λέγειν, ὅτε καὶ ὁ καθ᾿ ἡμᾶς ἐν Σικελίᾳ καταστὰς Πορφύριος, συγγράμματα καθ᾿ ἡμῶν ἐνστησάμενος, καὶ δι᾿ αὐτῶν τὰς θείας γραφὰς διαβάλλειν πεπειραμένος, τῶν τε εἰς αὐτὰς ἐξηγησα-

v.4.p.262
μένων μνημονεύσας, μηδὲν μηδαμῶς φαῦλον ἔγκλημα τοῖς δόγμασιν ἐπιβαλεῖν δυνηθεὶς, ἀπορίᾳ λόγων ἐπὶ τὸ λοιδορεῖν τρέπεται καὶ τοὺς ἐξηγητὰς ἐνδιαβάλλειν, ὧν μάλιστα τὸν Ὠριγένην·

ὃν κατὰ τὴν νέαν ἡλικίαν ἐγνωκέναι φήσας διαβάλλειν μὲν πειρᾶται, συνιστῶν δὲ ἄρα τὸν ἄνδρα ἐλάνθανε, τὰ μὲν ἐπαληθεύων, ἐν οἶς οὐδ’ ἑτέρως αὐτῷ λέγειν ἦν δυνατὸν, τὰ δὲ καὶ ψευδόμενος, ἐν οἷς λήσεσθαι ἐνόμιζε, καὶ τοτὲ μὲν ὡς Χριστιανοῦ κατηγορῶν, τοτὲ δὲ τὴν περὶ τὰ φιλόσοφα μαθήματα ἐπίδοσιν αὐτοῦ διαγράφων.

ἄκουε δ’ οὖν ἅ φησι κατὰ λέξιν “τῆς δὴ “μοχθηρίας τῶν Ἰουδαϊκῶν γραφῶν οὐκ ἀπόστασιν, “λύσιν δέ τινες εὑρεῖν προθυμηθέντες, ἐπ’ ἐξηγή- ‘σεις ἐτράποντο ἀσυγκλώστους καὶ ἀναρμόστους τοῖς “γεγραμμένοις, οὐκ ἀπολογίαν μᾶλλον ὑπὲρ τῶν “ὀθνείων, παραδοχὴν δὲ καὶ ἔπαινον τοῖς οἰκείοις ‘φερούσας. αἰνίγματα γὰρ τὰ φανερῶς παρὰ Μωυσεῖ ῾λεγόμενα εἶναι κομπάσαντες, καὶ ἐπιθειάσαντες ὡς θεσπίσματα πλήρη κρυφίων μυστηρίων, διά τε τοῦ “τύφου τὸ κριτικὸν τῆς ψυχῆς καταγοητεύσαντες, ἐπάγουσιν ἐξηγήσεις.”

εἶτα μεθ’ ἕτερά φησιν ὁ δὲ τρόπος τῆς ἀτοπίας ἐξ ἀνδρὸς, ᾧ κἀγὼ κομιδῆ “νέος ὢν ἔτι ἐντετύχηκα, σφόδρα εὐδοκιμήσαντος καὶ ἔτι δι’ ὧν καταλέλοιπε συγγραμμάτων εὐδοκιμοῦν “τος, παρειλήφθω Ὠριγένους, οὗ κλέος παρὰ τοῖς διδασκάλοις τούτων τῶν λόγων μέγα διαδέδοται.

ἀκροατὴς γὰρ οὗτ’ ὃς Ἀμμωνίου τοῦ πλείστην ἐν τοῖς καθ’ ἡμὰς χρόνοις ἐπίδοσιν ἐν φιλοσοφίᾳ ἐσχη- “κότος γεγονὼς, εἰς μὲν τὴν τῶν λόγων ἐμπειρίαν “πολλὴν παρὰ τοῦ διδασκάλου τὴν ὠφέλειαν ἐκτήσατο, εἰς δὲ τὴν ὀρθὴν τοῦ βίου προαίρεσιν τὴν ἐναντίαν ἐκείνῳ πορείαν ἐποιήσατο.

Ἀμμώνιος

v.4.p.263
“μὲν γὰρ Χριστιανὸς ἐν Χριστιανοῖς ἀνατραφεὶς τοῖς “γονεῦσιν, ὅτε τοῦ φρονεῖν καὶ τῆς φιλοσοφίας ἥψατο, “εὐθὺς πρὸς τὴν κατὰ νόμους πολιτείαν μετεβάλετο, “Ὠριγένης δὲ Ἕλλὴν ἐν Ἕλλησι παιδευθεὶς λόγοις “πρὸς τὸ βάρβαρον ἐξώκειλε τόλμημα· ᾧ δὴ φέρων “αὑτόν τε καὶ τὴν ἐν τοῖς λόγοις ἕξιν ἐκαπήλευσε, “κατὰ μὲν τὸν βίον Χριστιανῶς ζῶν καὶ παρανόμως, “κατὰ δὲ τὰς περὶ τῶν πραγμάτων καὶ τοῦ θείου “δόξας ἑλληνίζων καὶ τὰ Ἑλλήνων τοῖς ὀθνείοις ὑπο- “βαλλόμενος μύθοις.

συνῆν τε γὰρ ἀεὶ τῷ Πλά- “τωνι, τοῖς τε Νουμηνίου καὶ Κρονίου, Ἀπολλοφά- “νους τε καὶ Λογγίνου καὶ Μοδεράτου Νικομάχου τε “καὶ τῶν ἐν τοῖς Πυθαγορείοις ἐλλογίμων ἀνδρῶν “ὡμίλει συγγράμμασιν· ἐχρῆτο δὲ καὶ Χαιρήμονος “τοῦ Στωϊκοῦ, Κορνούτου τε ταῖς βίβλοις, παρ᾿ ὧν “τὸν μεταληπτικὸν τῶν παρ᾿ Ἕλλησι μυστηρίων γνοὺς “τρόπον ταῖς Ἰουδαικαῖς προσῆψε γραφαῖς.”

ταῦτα τῷ Πορφυρίῳ κατὰ τὸ τρίτον σύγγραμμα τῶν γραφέντων αὐτῷ κατὰ Χριστιανῶν εἴρηται, ἐπαληθεύσαντι μὲν περὶ τῆς τἀνδρὸς ἀσκήσεως καὶ πολυμαθείας, ψευσαμένῳ δὲ σαφῶς (τί γὰρ οὐκ ἔμελλεν ὁ κατὰ Χριστιανῶν;) ἐν οἷς αὐτὸν μὲν ἐξ Ἑλλήνων φησὶν μετατεθεῖσθαι, τὸν δ᾿ Ἀμμώνιον ἐκ βίου τοῦ κατὰ τὴν θεοσέβειαν ἐπὶ τὸν ἐθνικὸν τρόπον ἐκπεσεῖν.

τῷ τε γὰρ Ὠριγένει τὰ τῆς κατὰ Χριστὸν διδασκαλίας ἐκ προγόνων ἐσώζετο, ὡς καὶ τὰ τῆς πρόσθεν ἱστορίας ἐδήλου, τῷ τε Ἀμμωνίῳ τὰ τῆς ἐνθέου φιλοσοφίας ἀκέραια καὶ ἀδιάπτωτα καὶ μέχρις ἐσχάτης τοῦ βίου διέμενε τελευτῆς, ὥς που καὶ οἱ τἀνδρὸς εἰσέτι νῦν μαρτυροῦσι πόνοι, δι᾿ ὧν κατέλιπε συγγραμμάτων παρὰ τοῖς πλείστοις εὐδοκιμοῦντος· ὥσπερ οὖν καὶ ὁ ἐπιγεγραμμένος περὶ τῆς Μωυ-

v.4.p.264
σέως καὶ Ἰησοῦ συμφωνίας, καὶ ὅσοι ἄλλοι παρὰ τὸ φιλοκάλοις ηὕρηνται.

ταῦτα μὲν οὖν εἰς παράστασιν κείσθω τῆς τε τοῦ ψευδηγόρου συκοφαντίας καὶ τῆς Ὠριγένους καὶ περὶ τὰ Ἑλλήνων μαθήματα πολυπειρίας, περὶ ἧς πρός τινας μεμψαμένους αὐτῷ διὰ τὴν περὶ ἐκεῖνα σπουδὴν ἀπολογούμενος ἐν ἐπιστολῇ τινι ταῦτα γράφει

“ἐπεὶ δὲ ἀνακειμένῳ μοι τῷ λόγῳ, τῆς φήμης διατρεχούσης περὶ τῆς ἕξεως ἡμῶν, προσῄεσαν ὁτὲ μὲν αἱρετικοὶ, ὁτὲ δὲ οἱ ἀπὸ τῶν Ἑλληνικῶν μαθημάτων, καὶ μάλιστα τῶν ἐν φιλοσοφίᾳ, ἔδοξεν ἐξετάσαι τά τε τῶν αἱρετικῶν δόγματα καὶ τὰ τῶν φιλοσόφων περὶ ἀληθείας λέγειν ἐπαγγελλόμενα.

τοῦτο δὲ πεποιήκαμεν μιμησάμενοί τε τὸν πρὸ ἡμῶν πολλοὺς ὠφελήσαντα Πάνταινον, οὐκ ὀλίγην ἐν ἐκείνοις ἐσχηκότα παρασκευὴν, καὶ τὸν νῦν ἐν τῷ πρεσβυτερίῳ καθεζόμενον Ἀλεξανδρέων Ἡρακλᾶν, ὅντινα ηὗρον παρὰ τῷ διδασκάλῳ τῶν φιλοσόφων μαθημάτων, ἤδη πέντε ἔτεσιν αὐτῷ προσκαρτερήσαντα, πρὶν ἢ ἐμὲ ἄρξασθαι ἀκούειν ἐκείνων τῶν λόγων.

διὸ καὶ πρότερον κοινῇ ἐσθῆτι χρώμενος, ἀποδυσάμενος καὶ φιλόσοφον ἀναλαβὼν σχῆμα, μέχρι τοῦ δεῦρο τηρεῖ, ‘βιβλία τε Ἑλλήνων κατὰ δύναμιν οὐ παύεται φιλολογῶν.” καὶ ταῦτα μὲν αὐτῷ περὶ τῆς Ἑλληνικῆς ἀσκήσεως ἀπολογουμένῳ εἴρηται.

κατὰ τοῦτον δὲ τὸν χρόνον ἐπ’ Ἀλεξανδρείας αὐτῷ τὰς διατριβὰς ποιουμένῳ ἐπιστάς τις τῶν στρατιωτικῶν ἀνεδίδου γράμματα, Δημητρίῳ τε τῷ τῆς παροικίας ἐπισκόπῳ καὶ τῷ τότε τῆς Αἰγύπτου ἐπάρχῳ παρὰ τοῦ τῆς Ἀραβίας ἡγουμένου, ὡς ἂν μετὰ σπουδῆς ἁπάσης τὸν Ὠριγένην πέμψοιεν κοινωνήσοντα λόγων αὐτῷ. τοιγαροῦν προπεμφθεὶς ὑπ’ αὐτῶν ἀφικνεῖται ἐπὶ

v.4.p.265
τὴν Ἀραβίαν. οὐκ εἰς μακρὸν δὲ τὰ τῆς ἀφίξεως εἰς πέρας ἀγαγὼν αὖθις ἐπὶ τὴν Ἀλεξάνδρειαν ἐπανῄει.

χρόνου δὲ μεταξὺ διαγενομένου, οὐ σμικροῦ κατὰ τὴν πόλιν ἀναρριπισθέντος πολέμου, ὑπεξελθὼν τῆς Ἀλεξανδρείας, καὶ μηδὲ τὰς κατ’ Αἴγυπτον διατριβὰς ἀσφαλεῖς ἑαυτῷ ἡγούμενος, ἐλθὼν ἐπὶ Παλαιστίνης, ἐν Καισαρείᾳ τὰς διατριβὰς ἐποιεῖτο, ἔνθα καὶ διαλέγεσθαι τάς τε θείας ἑρμηνεύειν γραφὰς ἐπὶ τοῦ κοινοῦ τῆς ἐκκλησίας οἱ τῇδε ἐπίσκοποι, καίτοι τῆς τοῦ πρεσβυτερίου χειροτονίας οὐδέπω τετυχηκότα αὐτὸν ἠξίουν.

ὃ καὶ αὐτὸ γένοιτ’ ἂν ἔκδηλον ἀφ’ ὧν περὶ τούτου Δημητρίῳ γράφοντες Ἀλέξανδρος ὁ Ἱεροσολύμων ἐπίσκοπος καὶ Θεόκτιστος ὁ Καισαρείας ὧδέ πως ἀπολογοῦνται “προσέθηκε δὲ “τοῖς γράμμασιν ὅτι τοῦτο οὐδέποτε ἠκούσθη οὐδὲ ῾νῦν γεγένηται, τὸ παρόντων ἐπισκόπων λαικοὺς “ὁμιλεῖν, οὐκ οἶδ’ ὅπως προφανῶς οὐκ ἀληθῆ λέγων. “

ὅπου γοῦν εὑρίσκονται οἶ ἐπιτήδειοι πρὸς τὸ ῾ὠφελεῖν τοὺς ἀδελφοὺς, καὶ παρακαλοῦνται τῷ λαῷ προσομιλεῖν ὑπὸ τῶν ἁγίων ἐπισκόπων, ὥσπερ ἐν Λαράνδοις Εὔελπις ὑπὸ Νέωνος, καὶ ἐν Ἰκονίῳ “Παυλῖνος ὑπὸ Κέλσου, καὶ ἐν Συννάδοις Θεόδωρος ὑπὸ Ἀττικοῦ τῶν μακαρίων ἀδελφῶν. εἰκὸς δὲ καὶ “ἐν ἄλλοις τόποις τοῦτο γίνεσθαι, ἡμᾶς δὲ μὴ εἰδἐ- ῾ναλ.” τοῦτον καὶ ἔτι νέος ὢν ὁ δηλούμενος ἀνὴρ οὐ πρὸς μόνων τῶν συνήθων, ἀλλὰ καὶ τῶν ἐπὶ ξένης ἐπισκόπων ἐτιμᾶτο τὸν τρόπον.

ἀλλὰ γὰρ αὖθις τοῦ Δημητρίου διὰ γραμμάτων αὐτὸν ἀνακαλέσαντος, δι’ ἀνδρῶν τε διακόνων τῆς ἐκκλησίας ἐπισπεύσαντος ἐπανελθεῖν εἰς τὴν Ἀλεξάνδρειαν, ἀφικόμενος τὰς συνήθεις ἀπετέλει σπουδάς.