Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. IV, 13] Ταῦτα ὁ Εἰρήναιος, ἀκουλούθως ταῖς προδιεξοδευθείσαις ἡμῖν ὑπογράψας ἱστορίαις ἐν οἷς ἐπέγραψε πέντε οὖσι τὸν ἀριθμὸν ἐλέγχου καὶ ἀνατροπῆς τῆς ψευδωνύμου γνώσεως, ἐν δευτέρῳ τῆς αὐτῆς ὑποθέσεως, ὅτι δὴ καὶ εἰς αὐτὸν ὑποδείγματα τῆς θείας καὶ παραδόξου δυνάμεως ἐν ἐκκλησίαις τισὶν ὑπολέλειπτο, διὰ τούτων ἐπισημαίνεται λέγων

“τοσοῦτον δὲ ἀποδέουσι [*](30 Iren. II, 31, 2. p. 164.)

v.4.p.205
“τοῦ νεκρὸν ἐγείραι, καθὼς ὁ κύριος ἤγειρε καὶ “ἀπόστολοι διὰ προσευχῆς, καὶ ἐν τῇ ἀδελφότητι “πολλάκις, διὰ τὸ ἀναγκαῖον τῆς κατὰ τόπον ἐκκλησίας πάσης αἰτησαμένης μετὰ νηστείας καὶ λιτανείας πολλῆς, ἐπέστρεψε τὸ πνεῦμα τοῦ τετελευτηκότος, καὶ ἐχαρίσθη ὁ ἄνθρωπος ταῖς εὐχαῖς τῶν ἁγίων.’’

καὶ αὖθίς φησι μεθ’ ἕτερα εἰ δὲ καὶ τὸν κύριον “φαντασιωδῶς τὰ τοιαῦτα πεποιηκέναι φήσουσιν, “ἐπὶ τὰ προφητικὰ ἀνάγοντες αὐτοὺς ἐξ αὐτῶν ἐπι- “δείξομεν πάντα οὕτως περὶ αὐτοῦ καὶ προειρῆσθαι “καὶ γεγονέναι βεβαίως, καὶ αὐτὸν μόνον εἶναι τὸν “υἱὸν τοῦ θεοῦ. διὸ καὶ ἐν τῷ ἐκείνου ὀνόματι οἶ “ἀληθῶς αὐτοῦ μαθηταὶ, παρ’ αὐτοῦ λαβόντες τὴν “χάριν, ἐπιτελοῦσιν ἐπ’ εὐεργεσίᾳ τῇ τῶν λοιπῶν “ἀνθρώπων, καθὼς εἷς ἕκαστος τὴν δωρεὰν εἴληφε παρ’ αὐτοῦ.

οἶ μὲν γὰρ δαίμονας ἐλαύνουσι βεβαίως καὶ ἀληθῶς, ὥστε πολλάκις καὶ πιστεύειν ἐκείνους αὐτοὺς τοὺς καθαρισθέντας ἀπὸ τῶν πονηρῶν πνευμάτων καὶ εἶναι ἐν τῇ ἐκκλησίᾳ, οἶ δὲ καὶ πρόγνωσιν ἔχουσι τῶν μελλόντων καὶ ὀπτασίας καὶ ῥήσεις προφητικὰς, ἄλλοι δὲ τοὺς κάμνοντας διὰ τῆς τῶν χειρῶν ἐπιθέσεως ἰῶνται καὶ ὑγιεῖς ἀποκαθιστᾶσιν. ἤδη δὲ, καθὼς ἔφαμεν, καὶ νεκροὶ ἠγέρθησαν, καὶ παρέμειναν σὺν ἡμῖν ἔτεσιν ἱκανοῖς.

καὶ τί γάρ; οὐκ ἔστιν ἀριθμὸν εἰπεῖν τῶν χαρισματων, ὧν κατὰ παντὸς του κόσμου ἡ ἐκκλησία παρὰ θεοῦ λαβοῦσα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ σταυρωθέντος ἐπὶ Ποντίου Πιλάτου ἑκάστης ἡμέρας ἐπ’ εὐεργεσίᾳ τῇ τῶν ἐθνῶν ἐπιτελεῖ, μήτε ἐξαπατῶσά τινας μήτε ἐξαργυριζομένη· ὡς γὰρ [*](7 Iren. II, 32, 4. p. 166.)

v.4.p.206
“δωρεὰν εἴληφε παρὰ θεοῦ, δωρεὰν καὶ διακονεῖ.

καὶ ἐν ἑτέρω δὲ τόπῳ ὁ αὐτὸς γράφει καθὼς καὶ “πολλῶν ἀκούομεν ἀδελφῶν ἐν τῇ ἐκκλησίᾳ “τικὰ χαρίσματα ἐχόντων, καὶ παντοδαπαῖς λαλούν- “των διὰ τοῦ πνεύματος γλώσσαις, καὶ τὰ κρύφια “τῶν ἀνθρώπων εἰς φανερὸν ἀγόντων ἐπὶ τῷ καὶ τὰ μυστήρια τοῦ θεοῦ ἐκδιηγουμένων. ταῦτα καὶ περὶ τοῦ διαφορὰς χαρισμάτων μέχρι καὶ τῶν δηλουμένων χρόνων παρὰ τοῖς ἀξίοις διαμεῖναι.