Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

Ἀλλὰ γὰρ πρὸς τοῖς ἀποδοθεῖσιν Εἰρηναίου συγγράμμασι καὶ ταῖς ἐπιστολαῖς φέρεταί τις αὐτοῦ ἀναγκαιότατος, λόγος συντομώτατος καὶ τὰ μάλιστα ἀναγκαιότατος, περὶ ἐπιστήμης ἐπιγεγραμμένος· καὶ ἄλλος ὃν ἀνατέθεικεν ἀδελφῷ, Μαρκιανῷ τοὔνομα, εἰς ἐπίδειξεν τοῦ ἀποστολικοῦ κηρύγματος· καὶ βιβλίον τι διαλέξεων διαφόρων, ἐν ᾧ τῆς πρὸς Ἑβραίους ἐπιστολῆς καὶ τῆς λεγομένης Σοφίας Σολομῶνος μνημονεύει, ῥητά τινα ἐξ αὐτῶν παραθέμε-

v.4.p.235
νος. καὶ τὰ μὲν εἰς ἡμετέραν ἐλθόντα γνῶσιν τῶν Εἰρηναίου τοσαῦτα. Κομόδου δὲ τὴν ἀρχὴν ἐπὶ δέκα καὶ τρισὶν ἔτεσι καταλύσαντος αὐτοκράτωρ Σεβῆρος οὐδ᾿ ὅλοις μησὶν ἓξ μετὰ τὴν Κομόδου τελευτὴν Περτίνακος διαγενομένου κρατεῖ.