Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. IV, 37] τῶν δὲ ἐπὶ τῆς Ἀσίας ἐπισκόπων, τὸ πάλαι πρότερον αὐτοῖς παραδοθὲν διαφυλάττειν ἔθος χρῆναι διισχυριζομένων, ἡγεῖτο Πολυκράτης, ὃς καὶ αὐτὸς ἐν ᾗ πρὸς Βίκτορα καὶ τὴν ῾Ρωμαίων ἐκκλησίαν διετυπώσατο γραφῇ τὴν εἰς αὐτὸν ἐλθοῦσαν παράδοσιν ἐκτέθειται διὰ τούτων

“ἡμεῖς οὖν ἀρρᾳδιούργητον ἄγομεν τὴν ἡμέραν, “μήτε προστιθέντες μήτε ἀφαιρούμενοι. καὶ γὰρ “κατὰ τὴν Ἀσίαν μεγάλα στοιχεῖα κεκοίμηται, ἅτινα “ἀναστήσεται τῇ ἡμέρᾳ τῆς παρουσίας τοῦ κυρίου, “ἐν ᾗ ἔρχεται μετὰ δόξης ἐξ οὐρανῶν, καὶ ἀναστήσει “πάντας τοὺς ἁγίους, Φίλιππον τὸν τῶν δώδεκα ἀπο- “στόλων, ὃς κεκοίμηται Ἱεραπόλει, καὶ δύο θυγα- “τέρες αὐτοῦ γεγηρακυῖαι παρθένοι, καὶ ἡ ἑτέρα “αὐτοῦ θυγάτηρ ἐν ἁγίῳ πνεύματι πολιτευσαμένη, “ἣ ἐν Ἐφέσῳ ἀναπαύεται·

ἔτι δὲ καὶ Ἰωάννης ὁ “ἐπὶ τὸ στῆθος τοῦ κυρίου ἀναπεσὼν, ὃς ἐγενήθη

v.4.p.231
“ἱερεὺς τὸ πέταλον πεφορηκὼς, καὶ μάρτυς καὶ διδά- “σκαλος· οὗτος ἐν Ἐφέσῳ κεκοίμηται·

ἔτι δὲ καὶ “Πολύκαρπος ὁ ἐν Σμύρνῃ καὶ ἐπίσκοπος καὶ μάρτυς, “καὶ Θρασέας ἐπίσκοπος καὶ μάρτυς ἀπὸ ‘ὃς ἐν Σμύρνῃ κεκοίμηται.

τί δὲ δεῖ λέγειν Σά- “γαριν ἐπίσκοπον καὶ μάρτυρα, ὃς ἐν Λαοδικείᾳ κε- “κοίμηται, ἔτι δὲ καὶ Παπίριον τὸν μακάριον, καὶ “Μελίτωνα τὸν εὐνοῦχον, τὸν ἐν ἁγίῳ πνεύματι “πάντα πολιτευσάμενον, ὃς κεῖται ἐν Σάρδεσι περι- “μένων τὴν ἀπὸ τῶν οὐρανῶν ἐπισκοπὴν, ἐν ᾗ ἐκ “νεκρῶν ἀναστήσεται.

οὗτοι πάντες ἐτήρησαν “ἡμἐραν τῆς τεσσαρεσκαιδεκάτης τοῦ πάσχα κατὰ τὸ “εὐαγγέλιον, μηδὲν παρεκβαίνοντες, ἀλλὰ κατὰ τὸν “κανόνα τῆς πίστεως ἀκολουθοῦντες· ἔτι δὲ κἀγὼ ὁ “μικρότερος πάντων ὑμῶν Πολυκράτης, κατὰ παρά- “δόσιν τῶν συγγενῶν μου, οἷς καὶ παρηκολούθησά “ τισιν αὐτῶν. ἑπτὰ μὲν ἦσαν συγγενεῖς μου ἐπίσκο- “ποι, ἐγὼ δὲ ὄγδοος· καὶ πάντοτε τὴν ἡμέραν “οἶ συγγενεῖς μου, ὅτε ὁ λαὸς ἤρνυε τὴν ζύμην. “

ἐγὼ οὖν, ἀδελφοὶ, ἐξήκοντα πέντε ἔτη ἔχων ἐν “κυρίῳ, καὶ συμβεβληκὼς τοῖς ἀπὸ τῆς οἰκουμένης ἀδελφοῖς, καὶ πᾶσαν ἁγίαν γραφὴν διεληλυθὼς, οὐ “πτύρομαι ἐπὶ τοῖς καταπλησσομένοις. οἱ γὰρ ἐμοῦ μείζονες εἰρήκασι πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ “ἀνθρώποις”

τούτοις ἐπιφέρει περὶ πάντων γράφων τῶν συμπαρόντων αὐτῷ καὶ ὁμοδοξούντων ἐπισκόπων ταῦτα λέγων “ἐδυνάμην δὲ τῶν ἐπισκόπων “τῶν συμπαρόντων μνημονεῦσαι, οὓς ὑμεῖς ἠξιώσατε “μετακληθῆναι ὑέ ἐμοῦ, καὶ μετεκαλεσάμην· ὧν τὰ “ἀνόματα ἐὰν γράφω, πολλὰ πλήθη εἰσίν. οἱ δὲ [*](24 Act. 5, 29.)

v.4.p.232
“ἰδόντες τὸν μικρόν μου ἄνθρωπον συνηυδόκησαν “τῇ ἐπιστολῇ, εἰδότες ὅτι εἰκῆ πολιὰς οὐκ ἤνεγκα, “ἀλλὰ ἐν κυρίῳ Ἰησοῦ πάντοτε πεπολίτευμαι.”

ἐπὶ τούτοις ὁ μὲν τῆς ῾Ρωμαίων προεστὼς Βίκτωρ ἀθρόως τῆς Ἀσίας πάσης ἅμα ταῖς ὁμόροις ἐκκλησίαις τὰς παροικίας ἀποτέμνειν, ὡσὰν ἑτεροδοξούσας, τῆς κοινῆς ἑνώσεως πειρᾶται, καὶ στηλιτεύει γε διὰ γραμμάτων, ἀκοινωνήτους πάντας ἄρδην τοὺς ἐκεῖσε ἀνακηρύττων ἀδελφούς.

ἀλλ᾿ οὐ πᾶσί γε τοῖς ἐπισκόποις ταὐτ᾿ ἠρέσκετο. ἀντιπαρακελεύονται δῆτα αὐτῷ τὰ τῆς εἰρήνης καὶ τῆς πρὸς τοὺς πλησίον ἑνώσεως τε καὶ ἀγάπης φρονεῖν. φέρονται δὲ καὶ αἱ τούτων φωναὶ, πληκτικώτερον καθαπτομένων τοῦ Βίκτορος.

ἐν οἷς καὶ ὁ Εἰρηναῖος ἐκ προσώπου ὧν ἡγεῖτο κατὰ τὴν Γαλλίαν ἀδελφῶν ἐπιστείλας παρίσταται μὲν τῷ δεῖν ἐν μόνῃ τῇ τῆς κυριακῆς ἡμέρᾳ τὸ τῆς τοῦ κυρίου ἀναστάσεως ἐπιτελεῖσθαι μυστήριον, τῷ γε μὴν Βίκτορι προσηκόντως, ὡς μὴ ἀποκόπτοι ὅλας ἐκκλησίας θεοῦ, ἀρχαίου ἔθους παράδοσιν ἐπιτηρούσας, πλεῖστα ἕτερα παραινεῖ, καὶ αὐτοῖς ῥήμασι τάδε ἐπιλέγων

“οὐδὲ γὰρ μόνον “περὶ τῆς ἡμέρας ἐστὶν ἡ ἀμφισβήτησις, ἀλλὰ καὶ “περὶ τοῦ εἴδους αὐτοῦ τῆς νηστείας. οἱ μὲν γὰρ “οἴονται μίαν ἡμέραν δεῖν αὐτοὺς νηστεύειν, οἱ δὲ “δύο, οἱ δὲ καὶ πλείονας· οἱ δὲ τεσσαράκοντα ὥρας “ἡμερινάς τε καὶ νυκτερινὰς συμμετροῦσι τὴν ἡμέραν “αὐτῶν.

καὶ τοιαύτη μὲν ποικιλία τῶν ἐπιτη- “ρούντων οὐ νῦν ἐφ᾿ ἡμῶν γεγονυῖα, ἀλλὰ καὶ πολὺ “πρότερον ἐπὶ τῶν πρὸ ἡμῶν, τῶν παρὰ τὸ ἀκριβὲς, “ὡς εἰκὸς, κρατούντων τὴν καθ᾿ ἁπλότητα καὶ ἰδιω- [*](21 Iren. fragm. p. 340 Mass.)

v.4.p.233
“τισμὁν συνήθειαν εἰς τὸ μετέπειτα πεποιηκότων. “καὶ οὐδὲν ἔλαττον πάντες οὗτοι εἰρήνευσάν τε “εἰρηνεύομεν πρὸς ἀλλήλους, καὶ ἡ διαφωνία τῆς “νηστείας τὴν ὁμόνοιαν τῆς πίστεως συνίστησι.’’

τούτοις καὶ ἱστορίαν προστίθησιν, ἣν οἰκείως παραθήσομαι, τοῦτον ἔχουσαν τὸν τρόπον ἐν οἷς “καὶ οἶ πρὸ Σωτῆρος πρεσβύτεροι οἶ προστάντες “ἐκκλησίας ἧς σὺ νῦν ἀφηγῇ, Ἀνίκητον λέγομεν “Πίον, Ὑγῖνόν τε καὶ Τελεσφόρον καὶ Ξυστὸν, “αὐτοὶ ἐτήρησαν οὔτε τοῖς μετ’ αὐτῶν ἐπέτρεπον, καὶ οὐδὲν ἔλαττον αὐτοὶ μὴ τηροῦντες εἰρήνευον “τοῖς ἀπὸ τῶν παροικιῶν, ἐν αἷς ἐτηρεῖτο, ἐρχομένοις ‘πρὸς αὐτούς· καίτοι μᾶλλον ἐναντίον ἦν τὸ τηρεῖν “τοῖς μὴ τηροῦσι.

καὶ οὐδέποτε διὰ τὸ ‘’τοῦτο ἀπεβλήθησάν τινες, ἀλλ’ αὐτοὶ μὴ τηροῦντες “οἱ πρὸ σοῦ πρεσβύτεροι τοῖς ἀπὸ τῶν “τηροῦσιν ἔπεμπον εὐχαριστίαν.

καὶ τοῦ μακα- “ρίου Πολυκάρπου ἐπιδημήσαντος τῇ Ῥώμῃ ἐπὶ “κήτου, καὶ περὶ ἄλλων τινῶν μικρὰ σχόντες πρὸς “ἀλλήλους εὐθὺς εἰρήνευσαν, περὶ τούτου τοῦ κεφα- “λαίου μὴ φιλεριστήσαντες̣ εἰς ἑαυτούς. οὔτε γὰρ ὁ Ἀνίκητος τὸν Πολύκαρπον πεῖσαι ἐδύνατο μὴ τη- “ῥεῖν, ἅτε μετὰ Ἰωάννου τοὐ μαθητοῦ τοῦ κυρίου “ἡμῶν ἡμῶν καὶ τῶν λοιπῶν ἀποστόλων, οἷς “ἀεὶ τετηρηκότα, οὔτε μὴν ὁ Πολύκαρπος τὸν Ἀνίκητον ἔπεισε τηρεῖν, λέγοντα τὴν συνήθειαν τῶν “πρὸ οὐτοῦ πρεσβυτέρων ὀφείλειν κατέχειν.

καὶ τούτων οὕτως ἐχόντων ἐκοινώνησαν ἑαυτοῖς, καὶ ἐν τῇ ἐκκλησίᾳ παρεχώρησεν ὁ Ἀνίκητος τὴν εύχαριστίαν τῷ Πολυκάρπῳ κατ’ ἐντροπὴν δηλονότι, καὶ μετ’ εἰρήνης ἀπ’ ἀλλήλων ἀπηλλάγησαν, πάσης τῆς ἐκκλησίας εἰρήνην ἐχόντων καὶ τῶν τηρούντων καὶ

v.4.p.234
“τῶν μὴ τηρούντων.”

καὶ ὁ μὲν Εἰρηναῖος φερώνυμός τις ὢν τῇ προσηγορίᾳ, αὐτῷ τε τῷ τρόπῳ εἰρηνοποιὸς, τοιαῦτα ὑπὲρ τῆς τῶν ἐκκλησιῶν εἰρήνης παρεκάλει τε καὶ ἐπρέσβευεν. ὁ δ᾿ αὐτὸς οὐ μόνον τῷ Βίκτορι, καὶ διαφόροις δὲ πλείστοις ἄρχουσιν ἐκκλησιῶν τὰ κατάλληλα δι᾿ ἐπιστολῶν περὶ τοῦ κεκινημένου ζητήματος ὡμίλει.