Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. IV, 24] Ἐν τούτῳ δὲ τῷ συγγράμματι καὶ Μιλτιάδου συγγραφέως μέμνηται, ὡς λόγον τινὰ καὶ αὐτοῦ κατὰ τῆς προειρημένης αἱρέσεως γεγραφότος. παραθἑμενος γοῦν αὐτῶν λέξεις τινὰς ἐπιφέρει λέγων “ταῦτα εὑρὼν ἔν τινι συγγράμ- “ματι αὐτῶν ἐνισταμένων τῷ Μιλτιάδου τοῦ ἀδελ- “φοῦ συγγράμματι, ἐν ᾧ ἀποδείκνυσι περὶ τοῦ μὴ “δεῖς προφήτην ἐν ἐκστάσει λαλεῖν, ἐπετεμόμην.”

ὑποκαταβὰς δὲ ἐν αὐτῷ τοὺς κατὰ τὴν καινὴν διαθήκην προπεφητευκότας καταλέγει, ἐν οἷς καταριθμεῖ Ἀμμίαν τινὰ καὶ Κοδρᾶτον, λέγων οὕτως “ἀλλ᾿ ὅ γε ψευδοπροφήτης ἐν παρεκστάσει, ᾧ ἕπεται “ἄδεια καὶ ἀφοβία, ἀρχόμενος μὲν ἐξ ἑκουσίου ἀμα- “θίας, καταστρέφων δὲ εἰς ἀκούσιον μανίαν ψυχῆς, “ὡς προείρηται.