Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

ὁ δὲ Ἄτταλος, ὁπότε ἐπὶ τῆς σιδηρᾶς ἐπετέθη καθέδρας καὶ περιεκαίετο, ἡνίκα ἡ ἀπὸ τοῦ σώματος κνῖσα ἀνεφέρετο, ἔφη πρὸς τὸ πλῆθος τῇ ‘Pωμαἰ·κῇ φωνῇ ῾ “ἐστιν ἀνθρώπους ἐσθίειν, ὃ ποιεῖτε ὑμεῖς· ἡμεῖς δὲ οὔτε ἀνθρώπους ἐσθίομεν οὔθ’ ἕτερόν τι πονηρὸν πράττομεν.’ ἐπερωτώμενος δὲ τί ὄνομα ἔχει ὁ θεὸς, ἀπεκρίθη ‘ ὁ θεὸς ὄνομα οὐκ ἔχει ὡς ἄνθρωπος.

ἐπὶ πάσι δὲ τούτοις τῇ ἐσχάτῃ λοιπὸν ἡμέρᾳ τῶν μονομαχίων ἡ Βλανδῖνα πάλιν εἰσεκομίζετο μετὰ καὶ Ποντικοῦ παιδαρίου ὡς πεντεκαίδεκα ἐτῶν, οἱ καὶ καθ’ ἡμέραν εἰσήγοντο πρὸς τὸ βλέπειν τὴν τῶν λοιπῶν κόλασιν, καὶ ἠναγκάζοντο ὀμνύναι κατὰ τῶν εἰδώλων αὐτῶν. καὶ διὰ τὸ ἐμμένειν εὐσταθῶς καὶ ἐξουθενεῖν αὐτοὺς ἠγριώθη πρὸς αὐτοὺς τὸ πλῆθος, ὡς μήτε τὴν ἡλικίαν τοῦ παιδὸς οἰκτεῖραι μήτε τὸ γύναιον αἰδεσθῆναι.

πρὸς πάντα δὲ τὰ δεινὰ παρέβαλλον αὐτοὺς, καὶ διὰ πάσης ἐν κύκλῳ διῆγον κολάσεως, ἐπαλλήλως ἀναγκάζοντες ὀμόσαι,

v.4.p.196
“ἀλλὰ μὴ δυνάμενοι τοῦτο πρᾶξαι· ὁ μὲν γὰρ Πον- “τικὸς ὑπὸ τῆς ἀδελφῆς παρωρμημένος, ὡς καὶ τὰ “ἔθνη βλέπειν ὅτι ἐκείνη ἦν προτρεπομένη καὶ στη- “ρίζουσα αὐτὸν, πᾶσαν κόλασιν γενναίως ὑπομείνας “ἀπέδωκε τὸ πνεῦμα.

ἡ δὲ μακαρία Βλανδῖνα “πάντων ἐσχάτη, καθάπερ μήτηρ εὐγενὴς παρορμή- “σασα τὰ τέκνα καὶ νικηφόρους προπέμψασα πρὸς “τὸν βασιλέα, ἀναμετρουμένη καὶ αὐτὴ πάντα τὰ “τῶν παίδων ἀγωνίσματα, ἔσπευδε πρὸς αὐτοὺς χαί- “ρουσα καὶ ἀγαλλιωμένη ἐπὶ τῇ ἐξόδῳ, ὡς εἰς νυμ- “φικὸν δεῖπνον κεκλημένη, ἀλλὰ μὴ πρὸς θηρία “βεβλημένη.