Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

ἡ δὲ Βλανδῖνα ἐπὶ ξύλου “σθεῖσα προύκειτο βορὰ τῶν εἰσβαλλομένων “ἣ καὶ διὰ τοῦ βλέπεσθαι σταυροῦ σχήματι διὰ τῆς εὐτόνου προσευχῆς πολλὴν προθυμίαν “τοῖς ἀγωνιζομένοις ἐνεποίει, βλεπόντων αὐτῶν ἑ “τῷ ἀγῶνί καὶ τοῖς ἔξωθεν ὀφθαλμοῖς διὰ τῆς τὸν ὑπὲρ αὐτῶν ἐσταυρωμένον, ἔνα πείσῃ τοὺς

v.4.p.193
“πιστεύοντας εἰς αὐτὸν, ὅτι πᾶς ὁ ὑπὲρ τῆς Χριστοῦ “δόξης παθὼν τὴν κοινωνίαν ἀεὶ ἔχει μετὰ τοῦ ζῶν- “τος θεοῦ.

καὶ μηδενὸς ἁψαμένου τότε τῶν θηρίων “αὐτῆς, καθαιρεθεῖσα ἀπὸ τοῦ ξύλου ἀνελήφθη πάλιν εἰς τὴν εἱρκτὴν, εἰς ἄλλον ἀγῶνα τηρουμένη, “ἔνα διὰ πλειόνων γυμνασμάτων νικήσασα τῷ μὲν ‘σκολιῷ ὄφει ἀπαραίτητον ποιήσῃ τὴν καταδίκην, “προτρέψηται δὲ τοὺς ἀδελφοὺς ἡ μικρὰ καὶ ἀσθενὴς “καὶ εὐκαταφρόνητος, μέγαν καὶ “ἀθλητὴν Χριστὸν ἐνδεδυμένη, διὰ πολλῶν κλήρων ἐκβιάσασα τὸν ἀντικείμενον, καὶ δι’ ἀγῶνος τὸν τῆς “ἀφθαρσίας στεψαμένη στέφανον.

ὁ δὲ Ἄτταλος ‘καὶ αὐτὸς μεγάλως ἐξαιτηθεὶς ὑπὸ τοῦ ὄχλου καὶ γὰρ ἦν ὀνομαστός) ἕτοιμος εἰσῆλθεν ἀγωνιστὴς διὰ τὸ “εὐσυνείδητον, ἐπειδὴ γνησίως ἐν τῇ Χριστιανῇ συν- “τάξει γεγυμνασμένος ἦν, καὶ ἀεὶ μάρτυς ἐγεγόνει “παρ’ ἡμῖν ἀληθείας.

καὶ περιαχθεὶς κύκλῳ τοὐ “ἀμφιθεάτρου, πίνακος αὐτὸν προάγοντος ἐν ᾧ ἐγέ- “γραπτο ‘οὗτός ἐστιν Ἄτταλος ὁ “νός᾿, καὶ τοῦ δήμου σφόδρα σφριγῶντος ἐπ’ αὐτῷ, ‘ μαθὼν ὁ ἡγεμὼν ὅτι Ῥωμαῖός ἐστιν, ἐκέλευσεν αὐτὸν ἀναληφθῆναι μετὰ καὶ τῶν λοιπῶν τῶν ἐν τῇ “εἱρκτῇ ὄντων, περὶ ὧν ἐπέστειλε τῷ Καίσαρι, καὶ περιέμενε τὴν ἀπόφασιν τὴν ἀπ’ ἐκείνου.

ὁ δὲ διὰ μέσου καιρὸς οὐκ ἀργὸς αὐτοῖς οὐδὲ ἄκαρπος ἐγίνετο, ἀλλὰ διὰ τῆς ὑπομονῆς αὐτῶν τὸ ἀμέτρητον ἔλεος ἀνεφαίνετο Χριστοῦ. διὰ γὰρ τῶν ζώντων ἐζωοποιοῦντο τὰ νεκρὰ, καὶ μάρτυρες τοῖς μὴ μάρτυσιν ἐχαρίζοντο, καὶ ἐνεγίνετο πολλὴ χαρὰ τῇ παρθένῳ μητρὶ, οὓς ὡς νεκροὺς ἐξέτρωσε, τούτους ζῶντας τὰς ἀπολαμβανούσῃ.

δι’ ἐκείνων γὰρ οἱ πλείους τῶν ἠρνημένων ἀνεμητροῦντο καὶ ἀνεκυίσκοντο καὶ

v.4.p.194
“ἀνεζωπυροῦντο καὶ ἐμάνθανον ὁμολογεῖν, καὶ ζῶν- “τες ἤδη καὶ τετονωμένοι προσῄεσαν τῷ βήματι, ἐγ- “γλυκαίνοντος τοῦ τὸν μὲν θάνατον τοῦ ἁμαρτωλοῦ “μὴ βουλομένου, ἐπὶ δὲ τὴν μετάνοιαν χρηστευομένου “θεοῦ, ἵνα καὶ πάλιν ἐπερωτηθῶσιν ὑπὸ τοῦ ἡγεμό- “νος.

ἐπιστείλαντος γὰρ τοὐ Καίσαρος τοὺς μὲν “ἀποτυμπανισθῆναι, εἰ δέ τινες ἀρνοῖντο, τούτους “ἀπολυθῆναι, τῆς ἐνθάδε πανηγύρεως (ἔστι δὲ αὕτη “πολυάνθρωπος ἐκ πάντων τῶν ἐθνῶν συνερχομένων “εἰς αὐτήν) ἀρχομένης συνεστάναι ἀνῆγεν ἐπὶ τὸ “βῆμα θεατρίζων τοὺς μακαρίους καὶ ἐμπομπεύων “τοῖς ὄχλοις. διὸ καὶ πάλιν ἀνήταζε, καὶ ὅσοι μὲν “ἐδόκουν πολιIείαν ῾Ρωμαίων ἐσχηκέναι, τούτων ἀπέ- “τεμνε τὰς κεφαλὰς, τοὺς δὲ λοιποὺς ἔπεμπεν εἰς “θηρία.

ἐδοξάζετο δὲ μεγάλως ὁ Χριστὸς ἐπὶ τοῖς “πρότερον ἀρνησαμένοις, τότε παρὰ τὴν τῶν ἐθνῶν “ὑπόνοιαν ὁμολογοῦσι. καὶ γὰρ ἰδία̣ οὗτοι ἀνητά- “ζοντο, ὡς δῆθεν ἀπολυθησόμενοι, καὶ ὁμολογοῦντες “προσετίθεντο τῷ τῶν μαρτύρων κλήρῳ. ἔμειναν δὲ ἔξω οἱ μηδὲ ἴχνος πώποτε πίστεως, μηδὲ αἴσθησιν “ἐνδύματος νυμφικοῦ, μηδὲ ἔννοιαν φόβου θεοῦ “σχόντες ,ἀλλὰ καὶ διὰ τῆς ἀναστροφῆς αὐτῶν βλασ- “φημοῦντες τὴν ὁδὸν, ιουτέστιν οἱ υἱοὶ τῆς ἀπω- “λείας.

οἱ δὲ λοιποὶ πάντες τῇ ἐκκλησίᾳ προσετέ- “θησαν, ὧν καὶ ἀνεταομἐνων Ἀλέξανδρός τις, Φρὺξ “μὲν τὸ γένος, ἰατρὸς δὲ τὴν ἐπιοτήμην, πολλοῖς “αἔτεσιν ἐν ταῖς Γαλλίαις διατρίψας, καὶ γνωστὸς “σχεδὸν πᾶσι διὰ τὴν πρὸς τὸν θεὸν ἀγάπην καὶ “παρρησίαν τοῦ λόγου (ἦν γὰρ καὶ οὐκ ἄμοιρος ἀπο- “στολικοῦ χαρίσματος), παρεστὼς τῷ βήματι, καὶ “νεύματι προτρέπων αὐτοὺς πρὸς τὴν ὁμολογίαν, “φανερὸς ἦν τοῖς περιεστηκόσι τὸ βῆμα ὥσπερ ὠδί-

v.4.p.195
νῶν.

ἀγανακτήσαντες δὲ οἱ ὄχλοι ἐπὶ τῷ τοὺς ·‘πρότερον ἠρνημένους αὖθις ὁμολογεῖν κατεβόησαν τοῦ Ἀλεξάνδρου, ὡς ἐκείνου τοῦτο ποιοῦντος. καὶ ἐπιστήσαντος τοῦ ἡγεμόνος καὶ ἀνετάσαντος αὐτὸν ὅστις εἴη, τοὐ δὲ φήσαντος ὅτι Χριστιανὸς, ἐν ὀργῇ ‘γενόμενος κατέκρινεν αὐτὸν πρὸς θηρία, καὶ τῇ ἐπιούσῃ εἰσῆλθε μετὰ καὶ τοῦ Ἀττάλου. καὶ γὰρ καὶ τὸν Ἄτταλον τῷ ὄχλῳ χαριζόμενος ὁ ἡγεμὼν ἐξέδωκε πάλιν πρὸς θηρία.

οἱ· καὶ διὰ πάντων διελθόντες “ἐν τῷ ἀμφιθεάτρῳ τῶν πρὸς κόλασιν ἐξηυρημένων ὀργάνων, καὶ μέγιστον ὑπομείναντες ἀγῶνα, τοὔσχατον ἐτύθησαν καὶ αὐτοὶ, τοῦ μὲν Ἀλεξάνδρου μήτε στενάξαντος μήτε γρύξαντός τι ὅλως, ἀλλὰ κατὰ καρδίαν ὁμιλοῦντος τῷ θεῷ.

ὁ δὲ Ἄτταλος, ὁπότε ἐπὶ τῆς σιδηρᾶς ἐπετέθη καθέδρας καὶ περιεκαίετο, ἡνίκα ἡ ἀπὸ τοῦ σώματος κνῖσα ἀνεφέρετο, ἔφη πρὸς τὸ πλῆθος τῇ ‘Pωμαἰ·κῇ φωνῇ ῾ “ἐστιν ἀνθρώπους ἐσθίειν, ὃ ποιεῖτε ὑμεῖς· ἡμεῖς δὲ οὔτε ἀνθρώπους ἐσθίομεν οὔθ’ ἕτερόν τι πονηρὸν πράττομεν.’ ἐπερωτώμενος δὲ τί ὄνομα ἔχει ὁ θεὸς, ἀπεκρίθη ‘ ὁ θεὸς ὄνομα οὐκ ἔχει ὡς ἄνθρωπος.

ἐπὶ πάσι δὲ τούτοις τῇ ἐσχάτῃ λοιπὸν ἡμέρᾳ τῶν μονομαχίων ἡ Βλανδῖνα πάλιν εἰσεκομίζετο μετὰ καὶ Ποντικοῦ παιδαρίου ὡς πεντεκαίδεκα ἐτῶν, οἱ καὶ καθ’ ἡμέραν εἰσήγοντο πρὸς τὸ βλέπειν τὴν τῶν λοιπῶν κόλασιν, καὶ ἠναγκάζοντο ὀμνύναι κατὰ τῶν εἰδώλων αὐτῶν. καὶ διὰ τὸ ἐμμένειν εὐσταθῶς καὶ ἐξουθενεῖν αὐτοὺς ἠγριώθη πρὸς αὐτοὺς τὸ πλῆθος, ὡς μήτε τὴν ἡλικίαν τοῦ παιδὸς οἰκτεῖραι μήτε τὸ γύναιον αἰδεσθῆναι.

πρὸς πάντα δὲ τὰ δεινὰ παρέβαλλον αὐτοὺς, καὶ διὰ πάσης ἐν κύκλῳ διῆγον κολάσεως, ἐπαλλήλως ἀναγκάζοντες ὀμόσαι,

v.4.p.196
“ἀλλὰ μὴ δυνάμενοι τοῦτο πρᾶξαι· ὁ μὲν γὰρ Πον- “τικὸς ὑπὸ τῆς ἀδελφῆς παρωρμημένος, ὡς καὶ τὰ “ἔθνη βλέπειν ὅτι ἐκείνη ἦν προτρεπομένη καὶ στη- “ρίζουσα αὐτὸν, πᾶσαν κόλασιν γενναίως ὑπομείνας “ἀπέδωκε τὸ πνεῦμα.

ἡ δὲ μακαρία Βλανδῖνα “πάντων ἐσχάτη, καθάπερ μήτηρ εὐγενὴς παρορμή- “σασα τὰ τέκνα καὶ νικηφόρους προπέμψασα πρὸς “τὸν βασιλέα, ἀναμετρουμένη καὶ αὐτὴ πάντα τὰ “τῶν παίδων ἀγωνίσματα, ἔσπευδε πρὸς αὐτοὺς χαί- “ρουσα καὶ ἀγαλλιωμένη ἐπὶ τῇ ἐξόδῳ, ὡς εἰς νυμ- “φικὸν δεῖπνον κεκλημένη, ἀλλὰ μὴ πρὸς θηρία “βεβλημένη.

καὶ μετὰ τὰς μάστιγας, μετὰ τὰ “θηρία, μετὰ τὸ τήγανον, τοὔσχατον εἰς γυργαθὸν “βληθεῖσα ταύρῳ παρεβλήθη, καὶ ἱκανῶς ἀναβλη- “θεῖσα πρὸς τοῦ ζῴου, μηδὲ αἴσθησιν ἔτι τῶν συμ- “βαινόντων ἔχουσα διὰ τὴν ἐλπίδα καὶ ἐποχὴν τῶν “πεπιστευμένων καὶ ὁμιλίαν πρὸς Χριστὸν, ἐτύθη “καὶ αὐτὴ, καὶ αὐτῶν ὁμολογούντων τῶν ἐθνῶν ὅτι “μηδεπώποτε παρ᾿ αὐτοῖς γυνὴ τοιαῦτα καὶ τοσαῦτα “ἔπαθεν.

ἀλλ᾿ οὐδ᾿ οὕτως κόρον ἐλάμβανεν αὐτῶν “ἡ μανία καὶ ἡ πρὸς τοὺς ἁγίους ὠμότης. ὑπὸ γὰρ “ἀγρίου θηρὸς ἄγρια καὶ βάρβαρα φῦλα ταραχθέντα “δυσπαύστως εἶχε, καὶ ἄλλην ἰδίαν ἀρχὴν ἐπὶ τοῖς “σώμασιν ἐλάμβανεν ἡ ὕβρις αὐτῶν.

τὸ γὰρ “νενικῆσθαι αὐτοὺς οὐκ ἐδυσώπει, διὰ τὸ μὴ ἔχειν “ἀνθρώπινον ἐπιλογισμὸν, μᾶλλον δὲ καὶ ἐξέκαιεν “αὐτῶν τὴν ὀργὴν καθάπερ θηρίου, καὶ τοῦ ἡγεμό- “νος καὶ τοῦ δήμου τὸ ὅμοιον εἰς ἡμᾶς ἄδικον ἐπι- “δεικνυμένων μῖσος, ἵνα ἡ γραφὴ πληρωθῇ ῾ὁ ἄνο- “μος ἀνομησάτω ἔτι, καὶ ὁ δίκαιος δικαιωθήτω ἔτι.᾿ [*](29 Dan. 4,2,10. Apoc. 22, 11.)

v.4.p.197

καὶ γὰρ τοὺς ἐναποπνιγέντας ἐν τῇ εἱρκτῇ παρέβαλλον “κυσὶν, ἐπιμελῶς παραφυλάσσοντες νύκτωρ “καὶ μεθ’ ἡμέραν, μὴ κηδευθῇ τις ὑφ’ ἡμῶν, καὶ “τότε δὴ προθέντες τά τε τῶν θηρίων τά τε τοῦ “πυρὸς λείψανα, τῇ μὲν ἐσπαραγμένα , πῆ δὲ ἠν— “θρακευμἐνα, καὶ τῶν λοιπῶν τὰς κεφαλὰς σὺν τοῖς “ἀποτμήμασιν αὐτῶν ὡσαύτως ἀτάφους παρεφύλαττον “μετὰ στρατιωτικῆς ἐπιμελείας ἡμέραις συχναῖς. “

καὶ οἱ μὲν ἐνεβριμῶντο καὶ ἔβρυχον τοὺς ὀδόντας “ἐπ’ αὐτοῖς, ζητοῦντές τινα περισσοτέραν ἐκδίκησιν “παρ’ αὐτῶν λαβεῖν, οἱ δὲ ἐνεγέλων καὶ ἐπετώθαζον, “μεγαλύνοντες ἅμα τὰ εἴδωλα αὐτῶν, καὶ ἐκείνοις “προσάπτοντες τὴν τούτων τιμωρίαν, οἱ δὲ ἐπιεικέστεροι “καὶ κατὰ ποσὸν συμπαθεῖν δοκοῦντες ὡνείδιζον “πολὺ λέγοντες ποῦ ὁ θεὸς αὐτῶν, καὶ τί αὐτοὺς “τοὺς ὤνησεν ἡ θρησκεία, ἣν καὶ πρὸ τῆς ἑαυτῶν “εἵλοντο ψυχῆς;