Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. Η. E. IV, 16-17] Γαλλία μὲν οὐν ἡ χώρα ἦν, καθ’ ἣν τὸ τῶν δηλουμένων συνεκροτεῖτο στάδιον, ἧς μητροπόλεις ἐπίσημοι καὶ παρὰ τὰς ἄλλας τῶν αὐτόθι διαφέρουσαι βεβόηνται Λούγοδουνος καὶ Βίεννα, δι’ ὧν ἀμφοτέρων τὴν ἅπασαν χώραν πολλῷ τῷ ῥεύματι περιρρέων ὁ Ῥοδανὸς ποταμὸς διέξεισι.

τὴν οὐν περὶ τῶν μαρτύρων γραφὴν αἱ τῇδε διαφανέσταται ἐκκλησίαι ταῖς κατὰ τὴν Ἀσίαν καὶ Φρυγίαν διαπέμπονται, τὰ παρ’ αὐταῖς πραχθέντα τοῦτον ἀνιστοροῦσαι τὸν τρόπον.

παραθήσομαι δὲ τὰς αὐτῶν φωνάς “οἱ ἐν Βιέννῃ καὶ Λουγδούνῳ τῆς Γαλ- “ λίας “λίας παροικοῦντες δοῦλοι Χριστοῦ τοῖς Ἀσίαν καὶ Φρυγίαν τὴν αὐτὴν τῆς ἀπολυτρώσεως ‘ἡμῖν πίστιν καὶ ἐλπίδα ἔχουσιν ἀδελφοῖς εἰρήνη ‘καὶ χάρις καὶ δόξα ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.”

εἶτα τούτοις ἐξῆς ἕτερα προοιμιασάμενοι τὴν τοῦ λόγου καταρχὴν ποιοῦνται ἐν τούτοις “τὸ μὲν οὖν μέγεθος τῆς ἐνθάδε θλίψεως καὶ τὴν τοσαύτην τῶν ἐθνῶν εἰς τοὺς ἁγίους ὀργὴν, καὶ ὅσα ὑπέμειναν οἱ μακάριοι μάρτυρες, ἐπ’ ἀκριβὲς οὔθ’ ἡμεῖς εἰπεῖν ἱκανοὶ οὔτε μὴν γραφῇ περιληφθῆναι δυνατόν.