Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. Η. E. IV, 16-17] Γαλλία μὲν οὐν ἡ χώρα ἦν, καθ’ ἣν τὸ τῶν δηλουμένων συνεκροτεῖτο στάδιον, ἧς μητροπόλεις ἐπίσημοι καὶ παρὰ τὰς ἄλλας τῶν αὐτόθι διαφέρουσαι βεβόηνται Λούγοδουνος καὶ Βίεννα, δι’ ὧν ἀμφοτέρων τὴν ἅπασαν χώραν πολλῷ τῷ ῥεύματι περιρρέων ὁ Ῥοδανὸς ποταμὸς διέξεισι.

τὴν οὐν περὶ τῶν μαρτύρων γραφὴν αἱ τῇδε διαφανέσταται ἐκκλησίαι ταῖς κατὰ τὴν Ἀσίαν καὶ Φρυγίαν διαπέμπονται, τὰ παρ’ αὐταῖς πραχθέντα τοῦτον ἀνιστοροῦσαι τὸν τρόπον.

παραθήσομαι δὲ τὰς αὐτῶν φωνάς “οἱ ἐν Βιέννῃ καὶ Λουγδούνῳ τῆς Γαλ- “ λίας “λίας παροικοῦντες δοῦλοι Χριστοῦ τοῖς Ἀσίαν καὶ Φρυγίαν τὴν αὐτὴν τῆς ἀπολυτρώσεως ‘ἡμῖν πίστιν καὶ ἐλπίδα ἔχουσιν ἀδελφοῖς εἰρήνη ‘καὶ χάρις καὶ δόξα ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.”

εἶτα τούτοις ἐξῆς ἕτερα προοιμιασάμενοι τὴν τοῦ λόγου καταρχὴν ποιοῦνται ἐν τούτοις “τὸ μὲν οὖν μέγεθος τῆς ἐνθάδε θλίψεως καὶ τὴν τοσαύτην τῶν ἐθνῶν εἰς τοὺς ἁγίους ὀργὴν, καὶ ὅσα ὑπέμειναν οἱ μακάριοι μάρτυρες, ἐπ’ ἀκριβὲς οὔθ’ ἡμεῖς εἰπεῖν ἱκανοὶ οὔτε μὴν γραφῇ περιληφθῆναι δυνατόν.

παντὶ γὰρ σθένει

v.4.p.184
“ἐνέσκηψεν ὁ ἀντικείμενος, προοιμιαζόμενος ἤδη τὴν “ἀδεῶς μέλλουσαν ἔσεσθαι παρουσίαν αὐτοῦ, καὶ διὰ “πάντων διῆλθεν, ἐθίζων τοὺς ἑαυτοῦ καὶ προγυ- “μνάζων κατὰ τῶν δούλων τοῦ θεοῦ, ὥστε μὴ μόνον “οἰκιῶν καὶ βαλανείων καὶ ἀγορᾶς εἴργεσθαι, ἀλλὰ “καὶ τὸ καθόλου φαίνεσθαι ἡμῶν τινὰ αὐτοῖς ἀπειρῆσθαι “ἐν ὁποίῳ δήποτε τόπῳ.

ἀντεστρατήγει “δὲ ἡ χάρις τοῦ θεοῦ, καὶ τοὺς μὲν ἀσθενεῖς ἐρρύετο, “ἀντιπαρέτασσε δὲ στύλους ἑδραίους, δυναμένους “διὰ τῆς ὑπομονῆς πᾶσαν τὴν ὁρμὴν τοῦ πονηροῦ “εἰς ἑαυτοὺς ἑλκύσαι, οἳ καὶ ὁμόσε ἐχώρουν “αὐτῷ, πᾶν εἶδος ὀνειδισμοῦ καὶ κολάσεως ἀνεχόμενοι, “οἳ καὶ τὰ πολλὰ ὀλίγα ἡγούμενοι ἔσπευδον πρὸς “Χριστὸν, ὄντως ἐπιδεικνύμενοι ὅτι οὐκ ἄξια τὰ παθήματα “τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν “ἀποκαλυφθῆναι εἰς ἡμᾶς.

καὶ πρῶτον μὲν τὰ “ἀπὸ τοῦ ὄχλου πανδημεὶ σωρηδὸν ἐπιφερόμενα γενναίως “ὑπέμενον, ἐπιβοήσεις καὶ πληγὰς καὶ συρμοὺς “καὶ διαρπαγὰς καὶ λίθων βολὰς καὶ συγκλείσεις “καὶ πάνθ’ ὅσα ἠγριωμένῳ πλήθει ὡς πρὸς “ἐχθροὺς καὶ πολεμίους φιλεῖ γίνεσθαι.

καὶ δὴ “ἀναχθέντες εἰς τὴν ἀγορὰν ὑπό τε τοῦ χιλιάρχου “καὶ τῶν προεστηκότων τῆς πόλεως ἐξουσιῶν, ἐπὶ “παντὸς τοῦ πλήθους ἀνακριθέντες καὶ ὁμολογήσαντες, “συνεκλείσθησαν εἰς τὴν εἱρκτὴν ἕως τοὐ ήγεμόνος “τῆς παρουσίας

μετέπειτα δὲ ἐπὶ τὸν ἡγεμόνα “ἀχθέντων αὐτῶν, κἀκείνου πάσῃ τῇ πρὸς ἡμᾶς “ὠμότητι χρωμένου, Οὐέττοις Ἐπάγαθος, εἷς ἐκ τῶν “ἀδελφῶν, πλήρωμα ἀγάπης τῆς πρὸς τὸν θεὸν καὶ “πρὸς τὸν πλησίον κεχωρηκὼς — οὑ καὶ ἐπὶ τοσοῦτον [*](14 Rom. 8, 18. )

v.4.p.185
ἠκρίβωτο ἡ πολιτεία, ὡς καίπερ ὄντα νέον συνεξισοῦσθαι τῇ τοῦ πρεσβυτέρου Ζαχαρίου μαρτυρίᾳ· “πεπόρευτο γοῦν ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώ- ῾μασι τοῦ κυρίου ἄμεμπτος, πάσῃ τῇ πρὸς τὸν πλη- “σίον λειτουργίᾳ ἄοκνος, ζῆλον θεοῦ πολὺν ἔχων, “καὶ ζέων τῷ πνεύματι — τοιοῦτος δή τις ὢν τὴν ‘οὕτως καθ’ ἡμῶν ἀλόγως γινομένην κρίσιν οὐκ ἐβά- “στασεν, ἀλλ’ ὑπερηγανάκτησε, καὶ ἠξίου καὶ αὐτὸς ἀκουσθῆναι ἀπολογούμενος ὑπὲρ τῶν ἀδελφῶν, ὅτι μηδὲν ἄθεον μηδὲ ἀσεβές ἐστιν ἐν ἡμῖν.

τῶν δὲ περὶ τὸ βῆμα καταβοησάντων αὐτοῦ, (καὶ γὰρ ἠν ἐπίσημος), καὶ τοῦ ἡγεμόνος μὴ ἀνασχομένου τῆς οὕτως ὑπ’ αὐτοῦ δικαίας προταθείσης ἀξιώσεως, ἀλλὰ μόνον τοῦτο πυθομένου, εἰ καὶ αὐτὸς εἴη Χριστιανὸς, τοῦ δὲ λαμπροτάτῃ φωνῇ ὁμολογήσαντος, ἀνελήφθη καὶ αὐτὸς εἰς τὸν κλῆρον τῶν μαρτύρων, παράκλητος Χριστιανῶν χρηματίσας, ἔχων δὲ τὸν παράκλητον ἐν ἑαυτῷ, τὸ πνεῦμα πλέον τοῦ Ζαχαρίου, ὃ διὰ τοῦ πληρώματος τῆς ἀγάπης ἐνεδείξατο, εὐδοκήσας ὑπὲρ τῆς τῶν ἀδελφῶν ἀπολογίας καὶ τὴν ἑαυτοῦ θεῖναι ψυχήν. ἦν γὰρ καὶ ἔστι γνήσιος Χριστοῦ μαθητὴς, ἀκολουθῶν τῷ ἀρνίῳ ὅπου ἂν ὑπάγῃ.

ἐντεῦθεν δὴ διεκρίνοντο οἱ λοιποὶ, καὶ φανεροὶ καὶ ἕτοιμοι ἐγίνοντο πρωτομάρτυρες, οἳ καὶ μετὰ πάσης προθυμίας ἀνεπλήρουν τὴν ὁμολογίαν τῆς μαρτυρίας, ἐφαίνοντο δὲ καὶ οἱ ἀνέτοιμοι καὶ ἀγύμναστοι καὶ ἔτι ἀσθενεῖς, ἀγῶνος μεγάλου τόνον ἐνεγκεῖν μὴ δυνάμενοι, ὧν καὶ ἐξέτρωσαν ὡς δέκα τὸν ἀριθμὸν, οἳ καὶ μεγάλην λύπην καὶ πένθος ἀμέτρητον ἐνεποίησαν ἡμῖν, καὶ τὴν προθυμίαν τῶν [*](22 Apoc. 14, 4.)

v.4.p.186
“λοιπῶν τῶν μὴ συνειλημμένων ἐνέκοψαν, οἳ καί “πάντα τὰ δεινὰ πάσχοντες ὅμως συμπαρῆσαν τοῖς “μάρτυσι καὶ οὐκ ἀπελείποντο αὐτῶν.

τότε δὴ “ οἱ πάντες μεγάλως ἐπτοήθημεν, διὰ τὸ ἄδηλον τῆς “ὁμολογίας, οὐ τὰς ἐπιφερομένας κολάσεις φοβούμε- ‘νοι, ἀλλὰ τὸ τέλος ἀφορῶντες, καὶ τὸ ἀποπεσεῖν τινὰ ‘δεδιότες.

συνελαμβάνοντο μέντοι καθ’ ἑκάστην “ἡμέραν οἱ ἄξιοι, τὸν ἐκείνων ἀναπληροῦντες ἀρι- “θμὸν, ὥστε συλλεγῆναι ἐκ τῶν δύο ἐκκλησιῶν πάν- “τας τοὺς σπουδαίους, καὶ δι’ ὧν μάλιστα συνειστή- “κει τὰ ἐνθάδε.

συνελαμβάνοντο δὲ καὶ ἐθνικοί “τινες οἰκέται τῶν ἡμετέρων, ἐπεὶ δημοσίᾳ ἐκέλευσεν “ὁ ἡγεμὼν ἀναζητεῖσθαι πάντας ἡμᾶς· οἳ καὶ κατ’ ἐνέ- “δραν τοῦ σατανᾶ, φοβηθέντες τὰς βασάνους ἃς τοὺς “ἁγίους ἔβλεπον πάσχοντας, τῶν στρατιωτῶν ἐπί τοῦτο “παρορμώντων αὐτοὺς κατεψεύσαντο ἡμῶν Θυέστεια “δεῖπνα καὶ Οἰδιποδείους μίξεις καὶ ὅσα μήτε λαλεῖν “μήτε νοεῖν θέμις ἡμῖν, ἀλλἀ μηδὲ πιστεύειν, εἴ τι τοι- “οῦτο πώποτε παρὰ ἀνθρώποις ἐγένετο.

τούτων δὲ “φημισθέντων πάντες ἀπεθηριώθησαν εἰς ἡμᾶς, ὥστε “καὶ εἴ τινες τὸ πρότερον δι’ οἰκειότητα ἐμετρίαζον, “τότε μεγάλως ἐχαλέπαινον καὶ διεπρίοντο καθ’ ἡμῶν. “ἐπληροῦτο δὲ τὸ ὑπὸ τοῦ κυρίου ἡμῶν εἰρημένον, ὅτι ἐλεύσεται καιρὸς ἐν ᾧ πᾶς ὁ ἀποκτείνας ὑμᾶς “δόξει λατρείαν προσφέρειν τῷ θεῷ.

ἐνταῦθα “λοιπὸν ὑπεράνω πάσης ἐξηγήσεως ὑπέμενον “σεῖς οἱ ἅγιοι μάρτυρες, φιλοτιμουμένου τοῦ σατανᾶ “καὶ δι’ ἐκείνων ῥηθῆναί τι τῶν βλασφήμων.

“ὑπερβεβλημένως δὲ ἐνέσκηψεν ἡ ὀργὴ πᾶσα καὶ “ὄχλου καὶ ἡγεμόνος καὶ στρατιωτῶν εἰς Σάγκτον [*](24 loann. 16, 2.)

v.4.p.187
“τὸν διάκονον ἀπὸ Βιέννης, καὶ εἰς Μάτουρον, νεο- “φώτιστον μὲν, ἀλλὰ γενναῖον ἀγωνιστὴν, καὶ εἰς “Ἄτταλον Περγαμηνὸν τῷ γένει, στῦλον καὶ “τῶν ἐνταῦθα ἀεὶ γεγονότα, καὶ εἰς Βλανδῖναν, δι ἧς ἐπέδειξεν ὁ Χριστὸς ὅτι τὰ παρὰ ἀνθρώποις εὐτελῆ καὶ ἀειδῆ καὶ εὐκαταφρόνητα φαινόμενα μεγάλης καταξιοῦται παρὰ θεῷ δόξης, διὰ τὴν πρὸς “αὐτὸν ἀγάπην, τὴν ἐν δυνάμει δεικνυμένην, καὶ μὴ “ἐν εἴδει καυχωμένην.

ἡμῶν γὰρ πάντων δεδιό- ‘των, καὶ τῆς σαρκίνης δεσποίνης αὐτῆς, ἥτις ἦν καὶ αὐτὴ τῶν μαρτύρων μία ἀγωνίστρια, ἀγωνιώσης “μὴ οὐδὲ τὴν ὁμολογίαν δυνήσεται παρρησιάσασθαι διὰ τὸ ἀσθενὲς τοῦ σώματος, ἡ Βλανδῖνα τοσαύτης “ἐπληρώθη δυνάμεως ὥστε ἐκλυθῆναι καὶ παρεθῆ- “ναι τοὺς κατὰ διαδοχὰς παντὶ τρόπῳ βασανίζοντας “αὐτὴν ἀπὸ ἑωθινῆς ἕως ἑσπέρας, καὶ αὐτοὺς ὁμολογοῦντας ὅτι νενίκηνται, μηδὲν ἔχοντες μηκέτι ὃ ῾ποιήσουσιν αὐτῇ, καὶ θαυμάζειν ἐπὶ τῷ παραμένειν ‘ἔμπνουν αὐτὴν, παντὸς τοῦ σώματος διερρωγότος καὶ ἠνεῳγμένου, καὶ μαρτυρεῖν ὅτι ἓν εἶδος στρεβλώσεως ἱκανὸν ἠν πρὸς τὸ ἐξαγαγεῖν τὴν ψυχὴν, οὐχ ὅτι γε τοιαῦτα καὶ τοσαῦτα.

ἀλλ’ ἡ μακαρία ὡς γενναῖος ἀθλητὴς ἀνενέαζεν ἐν τῇ ὁμολογίᾳ, καὶ ἦν αὐτῆς ἀνάληψις καὶ ἀνάπαυσις καὶ ἀναλγησία τῶν συμβαινόντων τὸ λέγειν ὅτι Χριστιανή εἰμι καὶ παρ’ ἡμῖν οὐδὲν φαῦλον γίνεται.

ὁ δὲ Σάγκτος καὶ αὐτὸς ὑπερβεβλημένως καὶ ὑπὲρ πάντα ἄνθρωπον πάσας τὰς ἐξ ἀνθρώπων αἰκίας γενναίως ὑπομένων, τῶν ἀνόμων ἐλπιζόντων διὰ τὴν ἐπιμονὴν καὶ τὸ μέγεθος τῶν βασάνων ἀκούσεσθαί τι παρ’ αὐτοῦ τῶν μὴ δεόντων, τοσαύτῃ ὑποστάσει ἀντιπαρετάξατο αὐτοῖς ὥστε μηδὲ τὸ ἴδιον κατειπεῖν

v.4.p.188
“ὄνομα, μήτε ἔθνους, μήτε πόλεως ὅθεν ἦν, μήτε εἰ “δοῦλος ἢ ἐλεύθερος εἴη, ἀλλὰ πρὸς πάντα τὰ ἐπε- “ρωτώμενα ἀπεκρίνατο τῇ ῾Ρωμαϊκῇ φωνῇ ῾Χριστια- “νός εἰμι.᾿ τοῦτο καὶ ἀντὶ ὀνόματος καὶ ἀντὶ πό- “λεως καὶ ἀντὶ γένους καὶ ἀντὶ παντὸς ἐπαλλήλως “ὡμολόγει, ἄλλην δὲ φωνὴν οὐκ ἤκουσαν αὐτοῦ τὰ “ἔθνη.