Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. IV, 7] Ὁ μὲν οὖν Ἡγήσιππος ἐν πέντε τοῖς εἰς ἡμᾶς ἐλθοῦσιν ὑπομνήμασι τῆς ἰδίας γνώμης πληρεστάτην μνήμην καταλέλοιπεν, ἐν οἷς δηλοῖ ὡς πλείστοις ἐπισκόποις συμμίξειεν, ἀποδημίαν στειλάμενος μέχρι ῾Ρώμης, καὶ ὡς ὅτι τὴν αὐτὴν παρὰ πάντων παρείληφε διδασκαλίαν. ἀκοῦσαί γέ τοι πάρεστι μετά τινα περὶ τῆς Κλήμεντος πρὸς Κορινθίους ἐπιστολῆς αὐτῷ εἰρημένα ἐπιλέγοντος ταῦτα

“καὶ ἐπέμενεν ἡ ἐκκλησία ἡ Κορινθίων ἐν τῷ “ὀρθῷ λόγῳ μέχρι Πρίμου ἐπισκοπεύοντος ἐν Κο- “ρίνθῳ· οἷς συνέμιξα πλέων εἰς ῾Ρώμην, καὶ συνδιέ- “τριψα τοῖς Κορινθίοις ἡμέρας ἱκανὰς, ἐν αἷς συνα- “νεπάημεν τῷ ὀρθῷ λόγῳ.

γενόμενος δὲ ἐν ῾Ρώμῃ “διαδοχὴν ἐποιησάμην μέχρις Ἀνικήτου, οὗ διάκονος

v.4.p.171
“ἦν Ἐλεύθερος. καὶ παρὰ Ἀνικήτου διαδέχεται Σωτὴρ, μεθ’ ὃν Ελεύθερος. ἐν ἑκάστῃ δὲ διαδοχῇ καὶ ἐν ἑκάστῃ πόλει οὕτως ἔχει ὡς ὁ νόμος κηρύσσει καὶ οἱ προφῆται καὶ ὁ κύριος.”

ὁ δ’ αὐτὸς καὶ τῶν κατ’ αὐτὸν αἱρέσεων τὰς ἀρχὰς ὑποτίθεται διὰ τούτων “καὶ μετὰ τὸ μαρτυρῆσαι Ἱάκωβον τὸν δίκαιον ῾ ὡς καὶ ὁ κύριος ἐπὶ τῷ αὐτῷ λόγῳ, πάλιν ὁ ἐκ θείου αὐτοῦ Συμεὼν ὁ τοῦ Κλωπᾶ καθίσταται ἐπίσκοπος, ὃν προέθεντο πάντες ὄντα ἀνεψιὸν τοῦ κυρίου δεύ- ’τερον. διὰ τοῦτο ἐκάλουν τὴν ἐκκλησίαν παρθένον· οὔπω γὰρ ἔφθαρτο ἀκοαῖς ματαίαις.

ἄρχεται δ’ ὁ Θέβουθις διὰ τὸ μὴ γενέσθαι αὐτὸν ἐπίσκοπον ὑπο- “ φθείρειν , ἀπὸ τῶν ἑπτὰ αἱρέσεων ὢν (καὶ αὐτὸς ἦν ἐν τῷ λαῷ), ἀφ’ ὧν Σίμων, ὅθεν οἱ Σιμωνια- “νοὶ, καὶ Κλεόβιος, ὅθεν Κλεοβιηνοὶ , καὶ Δοσίθεος, “ὅθεν Δοσιθεανοὶ, καὶ Γορθαῖος , ὅθεν Γοραθηνοὶ, καὶ Μασβώθεος, ὅθεν Μασβα΄θεοι· ἀπὸ τούτων “ Μενανδριανισταὶ καὶ μαρκιωνισταὶ καὶ Καρποκρατιανοὶ καὶ Οὐαλεντινιανοὶ καὶ Βασιλειδιανοὶ καὶ ἕκαστος ἰδίως καὶ ἑτέρως ἰδίαν δόξαν παρεισηγάγοσαν.

ἀπὸ τούτων ψευδόχριστοι, ψευδοπροφῆται , ψευδαπόστολοι , οἵτινες ἐμέρισαν τὴν ἕνωσιν τῆς ἐκκλησίας φθοριμαίοις λόγοις κατὰ ῾τοῦ θεοῦ καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ”.

ἔτι δὲ ὁ αὐτὸς καὶ τὰς πάλαι γεγενημένας παρὰ Ἰουδαίοις αἱρέσεις ἱστορεῖ λέγων “ἦσαν δὲ γνῶμαι διάφοροι ἐν τῇ περιτομῇ ἐν υἱοῖς Ἰσραὴλ τῶν κατὰ τῆς φυλῆς Ἰούδα καὶ τοῦ Χριστοῦ αὗται· Ἐσσαῖοι, Γαλιλαῖοι, Ημεροβαπτισταὶ, Μασβώθειο, Σαμαρεῖται, Σαδδου- “ καίοι, Φαρισαῖοι.”

καὶ ἕτερα δὲ πλεῖστα γράφει, ὧν ἐκ μέρους ἤδη πρότερον ἐμνημονεύσαμεν, οἰκείως τοῖς καιροῖς τὰς ἱστορίας παραθέμενοι. ἔκ τε τοῦ

v.4.p.172
καθ᾿ Ἑβραίους εὐαγγελίου καὶ τοῦ Συριακοῦ καὶ ἰδίως ἐκ τῆς Ἑβραΐδος διαλέκτου τινὰ τίθησιν, ἐμφαίνων ἐξ Ἑβραίων ἑαυτὸν πεπιστευκέναι, καὶ ἄλλα δὲ ὡσὰν ἐξ Ἰουδαϊκῆς ἀγράφου παραδόσεως μνημονεύει.

οὐ μόνος δὲ οὗτος, ἀλλὰ καὶ Εἰρήναιος καὶ ὁ πᾶς τῶν ἀρχαίων χορὸς πανάρετον σοφίαν τὰς Σολομῶνος παροιμίας ἐκάλουν. καὶ περὶ τῶν λεγομένων δὲ ἀποκρύφων διαλαμβάνων ἐπὶ τῶν αὐτοῦ χρόνων πρός τινων αἱρετικῶν ἀναπεπλάσθαι τινὰ τούτων ἱστορεῖ. ἀλλὰ γὰρ ἐφ᾿ ἕτερον ἤδη μεταβατέον.