Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
[Nic. H. E. III, 26-32] “ Αὐτοκράτορι Τίτῳ ῾Αἰλίῳ ’Αδριανῷ Ἀντωνίνῳ Εὐσεβεῖ Καίσαρι Σεβα- “στῷ, καὶ Οὐηρισσίμῳ υἱῷ φιλοσόφῳ , καὶ Λουκίῳ ῾φιλοσόφῳ, Καίσαρος φύσει υἱῷ καὶ Εὐσεβοῦς εἰσποι- “ητῷ, ἐραστῇ παιδείας, ἱερᾷ τε συγκλήτῳ καὶ παντὶ “δήμῳ Ῥωμαίων, ὑπὲρ τῶν ἐκ παντὸς γένους ἀνθρώ- “πων ἀδίκως μισουμένων καὶ ἐπηρεαζομένων , ’Ιουστῖνος Πρίσκου τοῦ Βακχείου, τῶν ἀπὸ Φλαουίας “ Νέας πόλεως τῆς Συρίας Παλαιστίνης , εἷς αὐτῶν ὢν , τὴν προσφώνησιν καὶ ἔντευξιν ποιήσομαι. ” ἐντευχθεὶς δὲ καὶ ὑφ’ ἑτέρων ὁ αὐτὸς βασιλεὺς ἐπὶ τῆς Ἀσίας ἀδελφῶν, παντοίαις ὕβρεσι πρὸς τῶν ἐπιχωρίων δήμων καταπονουμένων, τοιαύτης ἠξίωσε τὸ κοινὸν τῆς Ἀσίας διατάξεως ·