Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. ΙΙΙ, 4]. “ Οὐαλεντῖνος μὲν γὰρ ἦλθεν εἰς ῾Ρώμην ἐπὶ Ὑγίνου, ἤκμασε δὲ ἐπὶ Πίου, καὶ παρέμεινεν ἕως Ἀνικήτου. Κέρδων δὲ ὁ πρὸ Μαρκίωνος καὶ αὐτὸς ἐπὶ Ὑγίνου, ὃς ἦν ἔνατος ἐπίσκοπος, εἰς τὴν ἐκκλησίαν ἐλθὼν καὶ ἐξομολογούμενος οὕτω διετέλεσε, ποτὲ μὲν λαθροδι- ῾δασκαλῶν, ποτὲ δὲ πάλιν ἐξομολογούμενος , ποτὲ δὲ ἐλεγχόμενος ἐφ’ οἷς ἐδίδασκε κακῶς, καὶ ἀφιστάμενος τῆς τῶν ἀδελφῶν συνοδίας. ” ταῦτα δέ φησιν ἐν τρίτῳ τῶν πρὸς τὰς αἱρέσεις.

ἔν γε μὴν τῷ πρώτῳ αὐθις περὶ τοῦ Κέρδωνος ταῦτα διέξεισι “ Κέρδων δέ τις ἀπὸ τῶν περὶ τὸν Σίμωνα τὰς ἀφορμὰς λαβὼν, καὶ ἐπιδημήσας εἰς τὴν ῾Ρώμην ἐπὶ [*](12 Iren. III, 3, 3. p. 176. 18 Iren. III, 4, 3. p. 178. 29 Iren. 1, 27, 1. p. 105.)

v.4.p.148
“Ὑγίνου ἔνατον κλῆρον τῆς ἐπισκοπικῆς διαδοχῆς “ἀπὸ τῶν ἀποστόλων ἔχοντος, ἐδίδαξε τὸν ὑπὸ τοῦ ‘νόμου καὶ προφητῶν κεκηρυγμένον θεὸν μὴ εἶναι “ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. τὸν μὲν “ γὰρ γνωρίζεσθαι, τὸν δὲ ἀγνῶτα εἶναι , καὶ τὸν μέν “δίκαιον, τὸν δὲ ἀγαθὸν ὑπάρχειν. διαδεξάμενος δὲ “αὐτὸν Μαρκίων ὁ Ποντικὸς ηὔξησε τὸ διδασκαλεῖον, “ἀπηρυθριασμένως βλασφημῶν.’

ὁ δὲ αὐτὸς Εἰρηναῖος τὸν ἄπειρον βυθὸν τῆς Οὐαλεντίνου πολυπλανοῦς ὕλης εὐτονώτατα διαπλώσας , ἑρπετοῦ δίκην φωλεύοντος ἀπόκρυφον οὖσαν αὐτοῦ καὶ λεληθυῖαν ἀπογυμνοῖ τὴν κακίαν.

πρὸς τούτοις καὶ ἄλλον τινὰ, Μάρκος αὐτῷ ὄνομα, κατ’ αὐτοὺς γενέσθαι λέγει μαγικῆς κυβείας ἐμπειρότατον. γράφει δὲ καὶ τὰς ἀτελέστους αὐτῶν τελετὰς μυσαράς τε μυσταγωγίας ἐκφαίνων αὐτοῖς δὴ τούτοις τοῖς γράμμασιν

“οἱ μὲν γὰρ αὐτῶν νυμφῶνα κατασκευάζουσι καὶ “ μυσταγωγίαν ἐπιτελοῦσι μετ’ ἐπιρρήσεών τινων τοῖς τελουμένοις , καὶ πνευματικὸν γάμον φάσκουσιν “ εἶναι τὸ ὑπ’ αὐτῶν γινόμενον , κατὰ τὴν ὁμοιότητα τῶν ἄνω συζυγιῶν. οἱ δὲ ἄγουσιν ἐφ’ ὕδωρ, καὶ “ βαπτίζοντες οὕτως ἐπιλέγουσιν· εἰς ὄνομα ἀγνώστου πατρὸς τῶν ὅλων, εἰς ἀλήθειαν μητέρα τῶν πάντων, ῾ εἰς τὸν κατελθόντα εἰς τὸν Ἰησοῦν. ἄλλοι δὲ Ἑβρα- “ϊκὰ ὀνόματα ἐπιλέγουσι πρὸς τὸ μᾶλλον καταπλῆξαι “τοὺς τελουμένους.’’

ἀλλὰ γὰρ μετὰ τέταρτον τῆς ἐπισκοπῆς ἔτος ῾Υγίνου τελευτήσαντος Πίος ἐπὶ Ῥώμης ἐγχειρίζεται τὴν λειτουργίαν. κατά γε μὴν τὴν ’Αλεξάνδρειαν Μάρκος ἀναδείκνυται ποιμὴν, Εὐμενοῦς ἔτη τὰ πάντα δέκα πρὸς τρισὶν ἐκπλήσαντος , τοῦ τε [*](17 Iren. I, 21, 3. p. 94.)

v.4.p.149
Μάρκου ἐπὶ δέκα ἔτη τῆς λειτουργίας ἀναπαυσαμένου Κελαδίων τῆς Ἀλεξανδρέων ἐκκλησίας τὴν λειτουργίαν παραλαμβάνει.

καὶ κατὰ τὴν ῾Ρωμαίων δὲ πόλιν πεντεκαιδεκάτῳ τῆς ἐπισκοπῆς ἐνιαυτῷ Πίου μεταλλάξαντος Ἀνίκητος τῶν ἐκεῖσε προΐσταται. καθ’ ὃν Ἡγήσιππος ἱστορεῖ ἑαυτὸν ἐπιδημῆσαι τῇ ῾Ρώμῃ, παραμεῖναί τε αὐτόθι μέχρι τῆς ἐπισκοπῆς Ἐλευθέρου.

μάλιστα δὲ ἤκμαζεν ἐπὶ τῶνδε ’Ιουστῖνος, ἐν φιλοσόφου σχήματι πρεσβεύων τὸν θεῖον λόγον, καὶ τοῖς ὑπὲρ τῆς πίστεως ἐναγωνιζόμενος συγγράμμασιν. ὃς δὴ καὶ γράψας κατὰ Μαρκίωνος σύγγραμμα μνημονεύει ὡς καθ’ ὃν συνέταττε καιρὸν γνωριζομένου τῷ βίῳ τἀνδρός. φησὶ δὲ οὕτως

“ Μαρκίωνα δέ τινα Ποντικὸν, ὃς καὶ νῦν ἔτι ἐστὶ ῾ διδάσκων τοὺς πειθομένους ἄλλον τινὰ εἶναι νομί- “ζειν μείζονα τοῦ δημιουργοῦ θεὸν, ὃς καὶ κατὰ πᾶν “γένος ἀνθρώπων διὰ τῆς τῶν δαιμόνων συλλήψεως ‘πολλοὺς πέπεικε βλάσφημα λέγειν, καὶ ἀρνεῖσθαι “ τὸν ποιητὴν τοῦδε τοῦ παντὸς πατέρα εἶναι τοῦ “ Χριστοῦ , ἄλλον δέ τινα ὡς ὄντα μείζονα παρὰ τοῦ- “ τον ὁμολογεῖν πεποιηκέναι. καὶ πάντες οἱ ἀπὸ τού- “ των ὡρμημένοι , ὡς ἔφαμεν, Χριστιανοὶ καλοῦνται, ὃν τρόπον καὶ οὐ κοινῶν ὄντων δογμάτων τοῖς φιλο- “ σόφοις τὸ ἐπικαλούμενον ὄνομα τῆς φιλοσοφίας κοινόν ἐστι.’’

τούτοις ἐπιφέρει λέγων “ἔστι “δὲ ἡμῖν καὶ σύνταγμα κατὰ πασῶν τῶν γεγενημέ- “ νων αἱρέσεων, ᾧ εἰ βούλεσθε ἐντυχεῖν, δώσομεν.’’

ὁ δὲ αὐτὸς οὗτος Ἰουστῖνος, καὶ πρὸς Ἕλληνας ἱκανώτατα πονήσας, καὶ λόγους ὑπὲρ τῆς ἡμετέρας πίστεως ἀπολογίαν ἔχοντας βασιλεῖ Ἀντωνίνῳ τῷ [*](14 lustin. Apol. I. c. 26.)

v.4.p.150
δὴ ἐπικληθέντι Εὐσεβεῖ καὶ τῇ ῾Ρωμαίων συγκλήτῳ βουλῆ̣ προσφωνεῖ. καὶ γὰρ ἐπὶ τῆς ῾Ρώμης τὰς διατριβὰς ἐποιεῖτο. ἐμφαίνει δὲ ἑαυτὸν, ὅστις καὶ πόθεν ἠν , διὰ τῆς ἀπολογίας ἐν τούτοις·