Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. II, 18] Ἐπὶ τούτοις ἅπασιν ἄξιον μηδ᾿ αὐτὸν τὸν Ἰώσηπον, τοσαῦτα τῇ μετὰ χεῖρας συμβεβλημένον ἱστορίᾳ, ὁπόθεν τε καὶ ἀφ᾿ οἵου γένους ὡρμᾶτο ἀγνοεῖν. δηλοῖ δὲ πάλιν αὐτὸς καὶ τοῦτο λέγων ὧδε “Ἰώσηπος Ματταθίου παῖς, ἐξ Ἱεροσολύμων ἱερεὺς, αὐτός τε ῾Ρωμαίους πολεμήσας τὰ πρῶτα καὶ τοῖς ὕστερον παρατυχὼν ἐξ ἀνάγκης.”

μάλιστα δὲ τῶν κατ᾿ ἐκεῖνο καιροῦ Ἰουδαίων παρὰ μόνοις τοῖς ὁμοεθνέσιν, ἀλλὰ καὶ παρὰ ῾Ρωμαίοις γέγονεν ἀνὴρ ἐπιδοξότατος, ὡς αὐτὸν μὲν ἀναθέσει ἀνδριάντος ἐπὶ ῾Ρωμαίωντιμηθῆναι πόλεως, τοὺς δὲ σπουδασθέντας αὐτῷ λόγους βιβλιοθήκρας [*](5 Ioseph. B. I. VI, 5, 4. 12 Ps. 2, 8. 15 Ps. 18 (19), 5. 22 B. I. Prooem. I.)

v.4.p.101
ἀξιωθῆναι.

οὗτος δὴ πᾶσαν τὴν Ἰουδϊκῆν ἀρχαιολογίαν ἐν ὅλοις εἴκοσι καταβέβληται συγγράμμασι, τὴν δ’ ἱστορίαν τοῦ κατ’ αὐτὸν Ἰουδαϊκοῦ πολέμου ἐν ἑπτὰ, ἃ οὐ μόνον τῇ Ἑλλήνων, ἀλλὰ καὶ τῇ τατρίῳ φωνῇ παραδοῦναι αὐτὸς ἑαυτῷ μαρτυρεῖ, ἄξιός γε ὢν διὰ τὰ λοιπὰ πιστεύεσθαι.

καὶ ἕτερα δὲ αὐτοῦ φέρεται σπουδῆς ἄξια δύο, τὰ περὶ τῆς Ἰουδαίων ἀρχαιότητος, ἐν οἷς καὶ ἀντιρρήσεις πρὸς Ἀπίωνα τὸν γραμματικὸν κατὰ Ἰουδαίων τηνικάδε συντάξαντα λόγον πεποίηται καὶ πρὸς ἄλλους, οἳ διαβάλλειν καὶ αὐτοὶ τὰ πάτρια τοὐ Ἰουδαίων ἔθνους ἐπειράθησαν.

τούτων ἐν τῷ προτέρῳ τὸν ἀριθμὸν τῆς λεγομένης παλαιᾶς τῶν ἐνδιαθήκων γραφῶν τίθησι, τίνα τὰ παρ’ Ἑβραίοις ἀναντίρρητα, ὡσὰν ἐξ ἀρχαίας παραδόσεως, αὐτοῖς ῥήμασι διὰ τούτων διδάσκων·