Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

ἡ δ’ ἀν τολικὴ πύλη τοῦ ἐνδοτέρω χαλκῆ μὲν οὖσα καὶ στ βαρωτάτη, κλειομένη δὲ περὶ δείλην μόλις ὑπ ἀνθρώπων εἴκοσι, καὶ μοχλοῖς μὲν ἐπερειδομέν σιδηροδέτοις, κατάπηγας δ’ ἔχουσα βαθυτάτου [*](8 losoph. B. I. VI, 5, 3.)

v.4.p.99
“ὤφθη κατὰ νυκτὸς ὥραν ἕκτην αὐτομάτως ἠνοιγμένη. “

μετὰ δὲ τὴν ἑορτὴν ἡμέραις οὐ πολλαῖς ὕστερον, “μιᾷ καὶ εἰκάδι Ἀρτεμισίου μηνὸς, φάσμα τι δαιμόνιον “ ὤφθη μεῖζον πίστεως. τέρας δ’ ἂν ἔδοξεν εἶναι τὸ “ ῥηθησόμενον, εἰ μὴ καὶ παρὰ τοῖς θεασαμένοις ἱστό- “ρητο καὶ τὰ ἐπακολουθήσαντα πάθη τῶν σημείων “ἦν ἄξια. πρὸ γὰρ ἡλίου δύσεως ὤφθη μετέωρα πᾶσαν τὴν χώραν ἅρματα καὶ φάλαγγες ἔνοπλοι διᾴτ- “τουσαι τῶν νεφῶν καὶ κυκλούμεναι τὰς πόλεις.

‘κατὰ δὲ τὴν ἑορτὴν, ἣ πεντηκοστὴ καλεῖται, νύκτωρ ‘οἱ ἱερεῖς παρελθόντες εἰς τὸ ἱερὸν, ὥσπερ αὐτοῖς ‘ἔθος ἦν, πρὸς τὰς λειτουργίας πρῶτον μὲν κινή- ‘σεως ἔφασαν ἀντιλαμβάνεσθαι καὶ κτύπου, μετὰ δὲ ‘ταῦτα φωνῆς ἀθρόας ‘μεταβαίνομεν ἐντεῦθεν.’

τὸ “δὲ τούτων φοβερώτερον · Ἰησοῦς γάρ τις υἱὸς Ἀνα- ‘νίου, τῶν ἰδιωτῶν ἄγροικος, πρὸ τεσσάρων ἐτῶν τοῦ πολέμου, τὰ μάλιστα τῆς πόλεως εἰρηνευομένης καὶ “εὐθηνούσης, ἐλθὼν ἐπὶ τὴν ἑορτὴν, ἐν ᾗ σκηνοποιεῖ- ‘σθαι πάντας ἔθος ἦν τῷ θεῷ, κατὰ τὸ ἱερὸν ἐξαπίνης “ἀναβοᾶν ἤρξατο ‘φωνὴ ἀπ’ ἀνατολῆς, φωνὴ ἀπὸ δύ- ‘σεως, φωνὴ ἀπὸ τῶν τεσσάρων ἀνέμων, φωνὴ Ἱεροσόλυμα καὶ τὸν ναὸν, φωνὴ ἐπὶ νυμφίους καὶ νύμ- ‘φας, φωνὴ ἐπὶ πάντα τὸν λαόν.’ τοῦτο μεθ’ ἡμέραν καὶ ‘νύκτωρ κατὰ πάντας τοὺς στενωποὺς περιῄει κεκρα- “γώς.

τῶν δ’ ἐπισήμων τινὲς δημοτῶν ἀγανακτήσαντες πρὸς τὸ κακόφημον συλλαμβάνουσι τὸν ἄνθρωπον καὶ πολλαῖς αἰκίζονται πληγαῖς. ὁ δὲ οὔθ’ ὑπὲρ ἑαυτοῦ φθεγξάμενος οὔτε ἰδίᾳ πρὸς τοὺς παρόντας ἃς καὶ πρότερον φωνὰς βοῶν διετέλει.

νομίσαντες δ’ οἱ ἄρχοντες, ὅπερ ἦν, δαιμονιώτερον εἶναι κίνημα τἀνδρὸς ἄγουσιν αὐτὸν ἐπὶ τὸν παρὰ Ῥωμαίοις ἔπαρχον· ἔνθα μάστιξι μέχρις ὀστέων ξαινό-

v.4.p.100
“μενος οὔθ᾿ ἱκέτευσεν οὔτ᾿ ἐδάκρυσεν, ἀλλ᾿ ὡς ἐνῆν “μάλιστα τὴν φωνὴν ὀλοφυρτικῶς παρεγκλίνων πρὸς “ἑκάστην ἀπεκρίνατο πληγὴν, αἰαῖ Ἱεροσολύμοις.”

ἕτερον δέ τι τούτου παραδοξότερον ὁ αὐτὸς ἱστορεῖ συγγραφεὺς χρησμόν τινα φάσκων ἐν ἱεροῖς γράμμασιν ηὑρῆσθαι περιέχοντα ὡς κατὰ τὸν καιρὸν ἐκεῖνον ἀπὸ τῆς χώρας τις αὐτῶν ἄρξει τῆς οἰκουμένης, ὃν αὐτὸς μὲν ἐπὶ Οὐεσπασιανὸν πεπληρῶσθαι ἐξείληφεν·

ἀλλ᾿ οὐχ ἁπάσης γε οὗτος ἢ μόνης ἦρξεν τῆς ὑπὸ ῾Ρωμαίους· δικαιότερον δ᾿ ἂν ἐπὶ τὸν χριστὸν ἀναχθείη, πρὸς ὃν εἴρητο ὑπὸ τοῦ πατρὸς “αἴτησαι παρ᾿ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.” οὗ δὴ κατ᾿ αὐτὸ δὴ ἐκεῖνο τοῦ καιροῦ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν ἱερῶν ἀποστόλων καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα ἀυτῶν.

[Nic. H. E. II, 18] Ἐπὶ τούτοις ἅπασιν ἄξιον μηδ᾿ αὐτὸν τὸν Ἰώσηπον, τοσαῦτα τῇ μετὰ χεῖρας συμβεβλημένον ἱστορίᾳ, ὁπόθεν τε καὶ ἀφ᾿ οἵου γένους ὡρμᾶτο ἀγνοεῖν. δηλοῖ δὲ πάλιν αὐτὸς καὶ τοῦτο λέγων ὧδε “Ἰώσηπος Ματταθίου παῖς, ἐξ Ἱεροσολύμων ἱερεὺς, αὐτός τε ῾Ρωμαίους πολεμήσας τὰ πρῶτα καὶ τοῖς ὕστερον παρατυχὼν ἐξ ἀνάγκης.”

μάλιστα δὲ τῶν κατ᾿ ἐκεῖνο καιροῦ Ἰουδαίων παρὰ μόνοις τοῖς ὁμοεθνέσιν, ἀλλὰ καὶ παρὰ ῾Ρωμαίοις γέγονεν ἀνὴρ ἐπιδοξότατος, ὡς αὐτὸν μὲν ἀναθέσει ἀνδριάντος ἐπὶ ῾Ρωμαίωντιμηθῆναι πόλεως, τοὺς δὲ σπουδασθέντας αὐτῷ λόγους βιβλιοθήκρας [*](5 Ioseph. B. I. VI, 5, 4. 12 Ps. 2, 8. 15 Ps. 18 (19), 5. 22 B. I. Prooem. I.)

v.4.p.101
ἀξιωθῆναι.

οὗτος δὴ πᾶσαν τὴν Ἰουδϊκῆν ἀρχαιολογίαν ἐν ὅλοις εἴκοσι καταβέβληται συγγράμμασι, τὴν δ’ ἱστορίαν τοῦ κατ’ αὐτὸν Ἰουδαϊκοῦ πολέμου ἐν ἑπτὰ, ἃ οὐ μόνον τῇ Ἑλλήνων, ἀλλὰ καὶ τῇ τατρίῳ φωνῇ παραδοῦναι αὐτὸς ἑαυτῷ μαρτυρεῖ, ἄξιός γε ὢν διὰ τὰ λοιπὰ πιστεύεσθαι.

καὶ ἕτερα δὲ αὐτοῦ φέρεται σπουδῆς ἄξια δύο, τὰ περὶ τῆς Ἰουδαίων ἀρχαιότητος, ἐν οἷς καὶ ἀντιρρήσεις πρὸς Ἀπίωνα τὸν γραμματικὸν κατὰ Ἰουδαίων τηνικάδε συντάξαντα λόγον πεποίηται καὶ πρὸς ἄλλους, οἳ διαβάλλειν καὶ αὐτοὶ τὰ πάτρια τοὐ Ἰουδαίων ἔθνους ἐπειράθησαν.

τούτων ἐν τῷ προτέρῳ τὸν ἀριθμὸν τῆς λεγομένης παλαιᾶς τῶν ἐνδιαθήκων γραφῶν τίθησι, τίνα τὰ παρ’ Ἑβραίοις ἀναντίρρητα, ὡσὰν ἐξ ἀρχαίας παραδόσεως, αὐτοῖς ῥήμασι διὰ τούτων διδάσκων·

“Οὐ μυριάδες οὖν βιβλίων εἰσὶ παρ’ ἡμῖν “ἀσυμφώνων καὶ μαχομένων, δύο δὲ μόνα πρὸς τοῖς “εἴκοσι βιβλία, τοῦ παντὸς ἔχοντα χρόνου τὴν ἀναγραφὴν, τὰ δικαίως θεῖα πεπιστευμένα.

καὶ τού- ‘των πέντε μέν ἐστι τὰ Μωυσέως, ἃ τούς τε νόμους “περιέχει καὶ τὴν τῆς ἀνθρωπογονίας παράδοσιν, ‘μέχρι τῆς αὐτοῦ τελευτῆς. οὗτος ὁ χρόνος ἀπολείπει ‘τρισχιλίων ὀλίγῳ ἐτῶν.

ἀπὸ δὲ τῆς Μωυσέως ‘τελευτῆς μέχρι τῆς Ἀρταξέρξου τοῦ μετὰ Ξέρξην Περσῶν βασιλέως οἱ μετὰ Μωυσῆν προφῆται τὰ κατ’ αὐτοὺς πραχθέντα συνέγραψαν ἐν τρισὶ καὶ δέκα βιβλίοις. αἶ δὲ λοιπαὶ τέσσαρες ὕμνους εἰς τὸν θεὸν καὶ τοῖς ἀνθρώποις ὑποθήκας τοῦ βίου περιέχουσιν.

ἀπὸ δὲ Ἀρταξέρξου μέχρι τοῦ καθ’ ἡμᾶς χρόνου ‘γέγραπται μὲν ἕκαστα, πίστεως δ’ οὐχ ὁμοίας ἠξί- [*](16 loseph. c. Apion. I, 8.)

v.4.p.102
“ωται τοῖς πρὸ αὐτῶν, διὰ τὸ μὴ γενέσθαι τὴν τῶν προ- “φητῶν ἀκριβῆ διαδοχήν.

δῆλον δ᾿ ἐστὶν ἔργῳ πῶς “ἡμεῖς πρόσιμεν τοῖς ἰδίοις γράμμασι. τοσούτου γὰρ αἰ- “ῶνος ἤδη παρωχηκότος οὔτε προσθεῖναί οὔτε ἀφε- “λεῖν ἀπ᾿ αὐτῶν οὔτε μεταθεῖναι τετόλμηκε, πᾶσι δὲ “σύμφυτόν ἐστιν εὐθὺς ἐκ πρώης γενέσεως Ἰουδαίοις “τὸ νομίζειν αὐτὰ θεοῦ δόγματα, καὶ τούτοις ἐπιμένειν, “καὶ ὑπὲρ αὐτῶν, εἰ δέοι, θνήσκειν ἡδέως.”

καὶ ταῦτα δὲ τοῦ συγγραφέως χρησίμως ὧδε παρατεθείσθω. πεπόνηται δὲ καὶ ἄλλο οὐκ ἀγεννὲς σπούδασμα τῷ ἀνδρὶ περὶ αὐτοκράτορος λογισμοῦ, ὅ τινες Μακκαβαϊκὸν ἐπέγραψαν, τῷ τοὺς ἀγῶνας τῶν ἐν τοῖς οὕτω καλουμένοις Μακκαβαϊκοῖς συγγράμμασιν ὑπὲρ τῆς εἰς τὸ θεῖον εὐσεβείας ἀνδρισαμένων Ἑβραίων περιέχειν.

καὶ πρὸς τῷ τέλει δὲ τῆς εἰκοστῆς ἀρχαιολογίας ἐπισημαίνεται ὁ αὐτὸς, ὡσὰν προῃρημένος ἐν τέτταρσι συγγράψαι βιβλίοις κατὰ τὰς πατρίους δόξας τῶν Ἰουδαίων περὶ θεοῦ καὶ τῆς οὐσίας αὐτοῦ, καὶ περὶ τῶν νόμων, διὰ τί κατ᾿ αὐτοὺς τὰ μὲν ἔξεστι πράττειν, τὰ δὲ κεκώλυται. καὶ ἄλλα δὲ αὐτῷ σπουδασθῆναι ὁ αὐτὸς ἐν τοῖς ἰδίοις αὐτοῦ μνημονεύει λόγοις.