Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

γυνὴ “τῶν ὑπὲρ τὸν Ἰορδάνην κατοικούντων, Μαρία τοὔ- “νομα, πατρὸς Ἐλεαζάρου, κώμης Βαθεζὼρ, “νει δὲ τοῦτο οἶκος ὑσσώπου,) διὰ γένος καὶ πλοῦτον “ ἐπίσημος, μετὰ τοῦ λοιποῦ πλήθους εἰς τὰ Ἱεροσό- “λυμα καταφυγοῦσα συνεπολιορκεῖτο.

ταύτης τὴν “μὲν ἄλλην κτῆσιν οἱ τύραννοι διήρπασαν, ὅσην ἐκ “πόλιν, Περαίας ἀνασκευασαμένη μετήνεγκεν εἰς τὴν “πόλιν, τὰ δὲ λείψανα τῶν κειμηλίων κἂν εἴ τι τρο- “φῆς ἐπινοηθείη, καθ’ ἡμέραν εἰσπηδῶντες ἥρπαζον ‘οἱ δορυφόροι. δεινὴ δὲ τὸ γύναιον ἀγανάκτησις εἰσ- “ῄει, καὶ πολλάκις λοιδοροῦσα καὶ καταρωμένη τὸ “ἅρπαγας ἐφ’ ἑαυτὴν ἠρέθιζεν.

ὡς δ’ οὔτε παρ’ “ξυνόμενός τις οὔτ’ ἐλεῶν αὐτὴν ἀνήρει, καὶ τὸ μὲ “εὑρεῖν τι σιτίον ἄλλοις ἐκοπία, πανταχόθεν δ’ ἄπο “ρον ἦν ἤδη καὶ τὸ εὑρεῖν, ὁ λιμὸς δὲ διὰ σπλάγ- “χνων καὶ μυελῶν ἐχώρει, καὶ τοῦ λιμοῦ μᾶλλον ἐξε- “καίοντο οἱ θυμοὶ, σύμβουλον λαβοῦσα τὴν ὀργὴ “μετὰ μετὰ τῆς ἀνάγκης ἐπὶ τὴν φύσιν ἐχώρει, κα “τέκνον, ἦν δ’ αὐτῇ παῖς ὑπομάσθιος, ἁρπασαμένη, “

βρέφος, εἶπεν, ἄθλιον, ἐν πολέμῳ καὶ λιμῷ καὶ ‘στάσει, τίνι σε τηρῶ; τὰ μὲν παρὰ Ῥωμαίοις δου- ῾’λεία, κἂν ζήσωμεν ἐπ’ αὐτοὺς, φθάνει δὲ καὶ δου- “λείαν ὁ λιμὸς, οἱ στασιασταὶ δὲ ἀμφοτέρων χαλεπώ- “τεροι. ἴθι, γενοῦ μοι τροφὴ, καὶ τοῖς στασιασταῖς

v.4.p.95
“ἐρινὺς, καὶ τῷ βίῳ μῦθος, ὁ μόνος ἐλλείπων ταῖς “Ἰουδαίων συμφοραῖς.

καὶ ταῦθ’ ἅμα κτείνει τὸν υἱόν. ἔπειτ’ ὀπτήσασα τὸ μὲν ἥμισυ κατεσθίει, τὸ δὲ λοιπὸν κατακαλύψασα ἐφύλαττεν. εὐθέως δ’ δἱ στασιασταὶ παρῆσαν, καὶ τῆς ἀθεμίτου κνίσης σπάσαντες ἠπείλουν, εἰ μὴ δείξειε τὸ παρασκευασθὲν, ἀποσφάξειν αὐτὴν εὐθέως. ἡ δὲ καὶ μοῖραν αὐτοῖς εἰποῦσα καλὴν τετηρηκέναι τὰ λείψανα τοῦ τέκνου διανεκάλυψεν.

τοὺς δ’ εὐθέως “φρίκη καὶ φρενῶν ἔκστασις ᾕρει, καὶ παρὰ τὴν ὄψιν ἐπεπήγεσαν. ἡ δὲ, ἐμὸν, ἔφη, τοῦτο τὸ τέκνον γνή- ‘σιον, καὶ τὸ ἔργον ἐμόν. φάγετε, καὶ γὰρ ἐγὼ βέ- ‘βρωκα. μὴ γένησθε μήτε μαλακώτεροι γυναικὸς μήτε συμπαθέστεροι μητρός. εἰ δ’ ὑμεῖς εὐσεβεῖς καὶ τὴν ἐμὴν ἀποστρέφεσθε θυσίαν, ἐγὼ μὲν ὑμῖν βέβρωκα, καὶ τὸ λοιπὸν δ’ ἐμοὶ μεινάτω.

μετὰ ταῦθ’ οἱ μὲν τρέμοντες ἐξῄεσαν, πρὸς ἒν τοῦτο δει- λοὶ, καὶ μόλις ταύτης τῆς τροφῆς παραχωρήσαντες τῇ μητρί. ἀνεπλήσθη δ’ εὐθέως ὅλη τοῦ μύσους ἡ “πόλις, καὶ πρὸ ὀμμάτων ἕκαστος τὸ πάθος ἀναλαμβάνβν ὡς παρ’ αὐτοῦ τολμηθὲν δεινῶς ἔφριττε.

σπουδὴ δὲ τῶν λιμωττόντων ἐπὶ τὸν θάνατον ἦν, καὶ μακαρισμὸς τῶν φθασάντων πρὶν ἀκοῦσαι καὶ θεάσασθαι κακὰ τηλικαῦτα.” τοιαῦτα τῆς Ἰουδαίων εἰς τὸν Χριστὸν τοῦ θεοῦ παρανομίας τε καὶ δυσσεβείας τἀπίχειρα.