Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. III, 8] Μετὰ Νέρωνα δέκα πρὸς τρισὶν ἔτεσι τὴν ἀρχὴν ἐπικρατήσαντα τῶν ἀμφὶ Γάλβαν καὶ Ὄθωνα ἐνιαυτὸν ἐπὶ μησὶν ἕξ διαγενομένων Οὐεσπασιανὸς, ταῖς κατὰ Ἰουδαίων παρατὰξεσι λαμπρυνόμενος, βασιλεὺς ἐπ’ αὐτῆς ἀναδείκνυται τῆς Ἰουδαίας , αὐτοκράτωρ πρὸς τῶν αὐτόθι στρατοπέδων ἀναγορευθείς. τὴν ἐπὶ Ῥώμης οὖν αὐτίκα στειλάμενος Τίτῳ τῷ παιδὶ τὸν κατὰ Ἰουδαίων ἐγχειρίζει πόλεμον.

μετά γε μὴν τὴν τοῦ σωτῆρος ἡμῶν ἀνάληψιν Ἰουδαίων πρὸς τῷ κατ’ αὐτοῦ τολμήματι ἤδη καὶ κατὰ τῶν ἀποστόλων αὐτοῦ πλείστας ὅσας ἐπιβουλὰς μεμηχανημένων , πρώτου τε Στεφάνου λίθοις ὑπ’ αὐτῶν ἀνῃρημένου , εἶτα δὲ μετ’ αὐ- [*](1 2. Tim. 4, 10. 8 Philipp. 4, 3. 9 Act. 17, 34.)

v.4.p.88
τὸν Ἰακώβου, ὃς ἦν Ζεβεδαίου μὲν παῖς, ἀδελφὸς δὲ Ἰωάννου, τὴν κεφαλὴν ἀποτμηθέντος, ἐπὶ πᾶσί τε Ἰακώβου, τοῦ τὸν αύτόθι τῆς ἐπισκοπῆς θρόνον πρώτου μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἀνάληψιν κεκληρωμένου, τὸν προδηλωθέντα τρόπον μεταλλάξαντος, τῶν τε λοιπῶν ἀποστόλων μυρία εἰς θάνατον ἐπιβεβουλευμένων, καὶ τῆς μὲν Ἰουδαίας γῆς ἀπεληλαμένων, ἐπὶ δὲ τῇ τοῦ κηρύγματος διδασκαλίᾳ τὴν εἰς σύμπαντα τὰ ἔθνη στειλαμένων πορείαν σὺν δυνάμει τοῦ Χριστοῦ φήσαντος αὐτοῖς “πορευθέντες μαθητεύ- “σατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου,”

οὐ μὴν ἀλλὰ καὶ τοῦ λαοῦ τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας κατά τινα χρησμὸν τοῖς αὐτόθι δοκίμοις δι᾿ ἀποκαλύψεως δοθέντα πρὸ τοῦ πολέμου μεταναστῆναι τῆς πόλεως καί τινα τῆς Περαίας πόλιν οἰκεῖν κεκελευσμένου, Πέλλαν αὐτὴν ὀνομάζουσιν, ἐν ᾗ τῶν εἰς Χριστὸν πεπιστευκότων ἀπὸ τῆς Ἱερουσαλὴμ μετῳκισμένων, ὡσὰν παντελῶς ἐπιλελοιπότων ἀγίων ἀνδρῶν αὐτήν τε τὴν Ἰουδαίων βασιλικὴν μητρόπολιν καὶ σύμπασαν τὴν Ἰουδαίαν γῆν, ἡ ἐκ θεοῦ δίκη λοιπὸν αὐτοὺς ἅτε τοσαῦτα εἴς τε τὸν Χριστὸν καὶ τοὺς ἀποστόλους αὐτοῦ παρηνομηκότας μετῄει, τῶν ἀσεβῶν ἄρδην τὴν γενεὰν αὐτὴν ἐκείνην ἐξ ἀνθρώπων ἀφανίζουσα.

ὅσα μὲν οὖν τηνικάδε κατὰ πάντα τόπον ὅλῳ τῷ ἔθνει συνερρύη κακὰ, ὅπως τε αὖ μάλιστα οἱ τῆς Ἰουδαίας οἰκήτορες εἰς ἔσχατον περιηλάθησαν συμφορῶν, ὁπόσαι τε μυριάδες ἡβηδὸν γυναιξὶν ἅμα καὶ παισὶ ξίφει καὶ λιμῷ καὶ μυρίοις ἄλλοις εἴδεσι περιπεπτώκασι θανάτου, πόλεων τε Ἰουδαϊκῶν ὅσαι τε καὶ οἷαι γεγόνασι πολιορκίαι, ἀλλὰ καὶ ὁπόσα [*](10 Matth. 28, 19.)

v.4.p.89
οἶ ἐπ’ αὐτὴν Ἱερουσαλὴμ ὡσὰν ἐπὶ μητρόπολιν ὀχυρωτάτην καταπεφευγότες δεινὰ καὶ πέρα δεινῶν ἑωράκασι, τοῦ τε παντὸς πολέμου τὸν τρόπον, καὶ τῶν ἐν τούτῳ γεγενημένων ἐν μέρει ἕκαστα, καὶ ὡς ἐπὶ τέλει τὸ πρὸς τῶν προφητῶν ἀνηγορευμένον βδέλυγμα τῆς ἐρημώσεως ἐν αὐτῷ κατέστη τῷ πάλαι τοῦ θεοῦ περιβοήτῳ νεῷ , παντελῆ φθορὰν καὶ ἀφανισμὸν ἔσχατον τὸν διὰ πυρὸς ὑπομείναντι, πάρεστιν ὅτῳ φίλον ἐπ’ ἀκριβὲς ἐκ τῆς τῷ Ἰωσήπῳ γραφείσης ἀναλέξασθαι ἱστορίας.

ὡς δὲ αὐτὸς οὕτος τῶν ἀθροισθέντων ἀπὸ τῆς Ἰουδαίας ἁπάσης ἐν ἡμέραις τῆς τοῦ Πάσχα ἑορτῆς ὥσπερ ἐν εἱρκτῇ ῥήμασιν αὐτοῖς ἀποκλεισθῆναι εἰς τὰ Ἱεροσόλυμα ἀμφὶ τριακοσίας μυριάδας τὸ πλῆθος ἱστορεῖ, ἀναγκαῖον ὑποσημήνασθαι.

χρῆν γοῦν, ἐν αἷς ἡμέραις τὸνπάντων σωτῆρα καὶ εὐεργέτην τὸν Χριστὸν τοῦ θεοῦ τὰ κατὰ τὸ πάθος διατέθεινται, ταῖς αὐταῖς ὥσπερ ἐν εἱρκτῇ κατακλεισθέντας τὸν μετελθόντα αὐτοὺς ὄλεθρον πρὸς τῆς θείας δίκης καταδέξασθαι.

παρελθὼν δὴ τὰ τῶν ἐν μέρει συμβεβηκότων αὐτοῖς ὅσα διὰ ξίφους καὶ ἄλλῳ τρόπῳ κατ’ αὐτῶν ἐγκεχείρισται μόνας τὰς διὰ τοῦ λιμοῦ ἀναγκαῖον ἡγοῦμαι συμφορὰς παραθέσθαι, ὡς ἂν ἐκ μέρους ἔχοιεν οἶ τῇδε τῇ γραφῇ ἐντυγχάνοντες εἰδέναι ὅπως αὐτοὺς τῆς εἰς τὸν Χριστὸν τοῦ θεοῦ παρανομίας οὐκ εἰς μακρὸν ἡ ἐκ θεοῦ μετῆλθε τιμωρία.

[Nic. H. E. ΙΙΙ, 6] Φέρε δὴ οὖν τῶν ἱστοριῶν τὴν πέμπτην τοῦ Ἰωσήπου μετὰ χεῖρας αὖθις ἀναλα- βὼν τῶν τότε πραχθέντων δίελθε τὴν τραγῳδίαν· τοῖς γε μὴν εὐπόροις’’ φησὶ “ καὶ τὸ μένειν πρὸς [*](30 loseph. B. I. V, 10, 2.)

v.4.p.90
“ἀπωλείας ἴσον ἦν. προφάσει γὰρ αὐτομολίας ἀνῃ- “ ρεῖτό τις διὰ τὴν οὐσίαν. τῷ λιμῷ δὲ ἡ ἀπόνοια ‘ τῶν στασιαστῶν συνήκμαζε, καὶ καθ’ ἡμέραν ἀμφό- ‘τερα προσεξεκάετο τὰ δεινά.

φανερὸς μέν γε οὐ- “ δάμου σῖτος ἦν, ἐπεισπηδῶντες δὲ διηρεύνων τὰς “ οἰκίας, ἔπειθ’ εὑρόντες μὲν ὡς ἀρνησαμένους ᾐκί- “ ζοντο, μὴ εὑρόντες δὲ ὡς ἐπιμελέστερον κρύψαντας ἐβασάνιζον. τεκμήριον δὲ τοῦ τ’ ἔχειν καὶ μὴ τὰ σώματα τῶν ἀθλίων ἦν, ὧν οἱ μὲν ἔτι συνεστῶτες εὐπορεῖν τροφῆς ἐδόκουν, οἶ τηκόμενοι δὲ ἤδη παρωδεύοντο, καὶ κτείνειν ἄλογον ἐδόκει τοὺς ὑπ’ ἐν- δείας τεθνηξομένους αὐτίκα.

πολλοὶ δὲ λάθρα τὰς κτήσεις ἑνὸς ἀντικατηλλάξαντο μέτρου , πυρῶν μὲν, εἰ πλουσιώτεροι τυγχάνοιεν ὄντες, οἱ δὲ πενέ- “ στεροι κριθῆς. ἔπειτα κατακλείοντες ἑαυτοὺς εἰς τὰ μυχαίτατα τῶν οἰκιῶν τινὲς μὲν ὑπ’ ἄκρας ἐνδείας “ τὸν σῖτον ἤσθιον, οἱ δὲ ἔπεσσον, ὡς ἥ τε ἀνάγκη καὶ τὸ δέος παρῄνει.

καὶ τράπεζα μὲν “ οὐδαμοῦ παρετίθετο , τοῦ δὲ πυρὸς ἀφέλκοντες ἔτ’ “ὠμὰ τὰ σιτία διήρπαζον. ἐλεεινὴ δ’ ἦν ἡ τροφὴ κ’ “δακρύων ἄξιος ἡ θέα, τῶν μὲν δυνατωτέρων πλέο “νεκτούντων , τῶν δὲ ἀσθενῶν ὀδυρομένων.