Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. II. E. III, 29] Διέπρεπέ γε μὴν κατὰ τούτους ἐπὶ τῆς Ἀσίας τῶν ἀποστόλων ὁμιλητὴς Πολύκαρπος, τῆς κατὰ Σμύρναν ἐκκλησίας πρὸς τῶν αὐτοπτῶν καὶ ὑπηρετῶν τοῦ κυρίου τὴν ἐπισκοπὴν ἐγκεχειρισμένος.

καθ’ ὃν ἐγνωρίζετο Παπίας τῆς ἐν Ἱεραπόλει παροικίας καὶ αὐτὸς ἐπίσκοπος, ὅ τε παρὰ πλείστοις εἰσέτι νῦν διαβόητος [*](30 ἐπίσκοπες] Libri interpolati addunt ἀνὴρ τὰ πάντα ὅτι μάλιστα λογιώτατος καὶ τῆς γραφῆς εἰδήμων.)

v.4.p.128
Ἰγνάτιος, τῆς κατ’ Ἀντιόχειαν Πέτρου διαδοχῆς δεύτερος τὴν ἐπισκοπὴν κεκληρωμένος.

λόγος δ’ ἔχει τοῦτον ἀπὸ Συρίας ἐπὶ τὴν Ῥωμαίων πόλιν ἀναπεμφθέντα θηρίων γενέσθαι βορὰν τῆς εἰς Χριστὸν μαρτυρίας ἕνεκεν.

οὗτος δὴ οὖν τὴν δι’ Ἀσίας ἀνακομιδὴν μετ’ ἐπιμελεστάτης φρουρῶν φυλακῆς ποιούμενος τὰς κατὰ πόλιν αἷς ἐπεδήμει παροικίας ταῖς διὰ λόγων ὁμιλίαις τε καὶ προτροπαῖς ἐπιρρωννὺς, ἐν πρώτοις μάλιστα προφυλάττεσθαι τὰς αἱρέσεις ἄρτι τότε πρῶτον ἀναφυείσας καὶ ἐπιπολαζούσας παρῄνει, προύτρεπέ τε ἀπρὶξ ἔχεσθαι τῆς τῶν ἀποστόλων παραδόσεως, ἣν ὑπὲρ ἀσφαλείας καὶ ἐγγράφως ἤδη μαρτυρόμενος διατυποῦσθαι ἀναγκαῖον ἡγεῖτο.

οὕτω δῆτα ἐν Σμύρνῃ γενόμενος, ἔνθα ὁ Πολύκαρπος ἦν, μίαν μὲν τῇ κατὰ τὴν Ἔφεσον ἐπιστολὴν ἐκκλησίᾳ γράφει, ποιμένος αὐτῆς μνημονεύων Ὀνησίμου, ἑτέραν δὲ τῇ ἐν Μαγνησίᾳ τῇ πρὸς Μαιάνδρῳ, ἔνθα πάλιν ἐπισκόπου Δάμα μνήμην πεποίηται, καὶ τῇ ἐν Τράλλεσι δὲ ἄλλην, ἧς ἄρχοντα τότ’ ὄντα Πολύβιον ἱστορεῖ.

πρὸς ταύταις καὶ τῇ ‘Ρωμαίων ἐκκλησίᾳ γράφει, ᾗ καὶ παράκλησιν προτείνει, ὡς μὴ παραιτησάμενοι τοῦ μαρτυρίου τῆς ποθουμένης αὐτὸν ἀποστερήσαιεν ἐλπίδος· ἐξ ὧν καὶ βραχύτατα εἰς ἐπίδειξιν τῶν εἰρημένων παραθέσθαι ἄξιον.

γράφει δὴ οὖν κατὰ λέξιν “ἀπὸ Συρίας μέχρι ‘Ρώ- ‘μης θηριομαχῶ διὰ γῆς καὶ θαλάσσης, νυκτὸς καὶ ἡμέρας, ἐνδεδεμένος δέκα λεοπάρδοις, ὅ ἐστι στρατιωτικὸν τάγμα, οἳ καὶ εὐεργετούμενοι χείρονες γίνονται. ἐν δὲ τοῖς ἀδικήμασιν αὐτῶν μᾶλλον μαθη- “τεύομαι, ἀλλ’ οὐ παρὰ τοῦτο δεδικαίωμαι.

ὀναί- [*](25 Ignat. Ep. ad Rom. c. 5.)

v.4.p.129
”μην τῶν θηρίων τῶν ἐμοὶ ἑτοίμων, ἃ καὶ εὔχομαι “σύντομά μοι εὑρεθῆναι, ἃ καὶ κολακεύσω συντόμως “με καταφαγεῖν , οὐχ ὥσπερ τινῶν δειλαινόμενα οὐχ “ἥψαντο· κἂν αὐτὰ δὲ ἄκοντα μὴ θέλῃ , ἐγὼ προσ- ῾ βιάσομαι.

συγγνώμην μοι ἔχετε. τί μοι συμφέ- “ρει ἐγὼ γινώσκω. νῦν ἄρχομαι μαθητὴς εἶναι. μη- “ δέν με ζηλώσαι τῶν ὁρατῶν καὶ ἀοράτων, ἔνα Ἰησοῦ “ Χριστοῦ ἐπιτύχω· πῦρ καὶ σταυρὸς , θηρίων τε συ- “ στάσεις, σκορπισμοὶ ὀστέων, συγκοπαὶ μελῶν, ἀλε- “σμοὶὅλου τοῦ σώματος, κολάσεις τοῦ διαβόλου εἰς ἐμὲ “ ἐρχέσθωσαν , μόνον ἔνα Ἰησοῦ Χριστοῦ ἐπιτύχω.’’

καὶ ταῦτα μὲν ἀπὸ τῆς δηλωθείσης πόλεως ταῖς καταλεχθείσαις ἐκκλησίαις διετυπώσατο. ἤδη δ’ ἐπέκεινα τῆς Σμύρνης γενόμενος ἀπὸ Τρωάδος τοῖς τε ἐν Φιλαδελφείᾳ αὖθις διὰ γραφῆς ὁμιλεῖ καὶ τῇ Σμυρναίων ἐκκλησίᾳ, ἰδίως τε τῷ ταύτης προηγουμένῳ Πολυκάρπῳ, ὃν οἶα δὴ ἀποστολικὸν ἄνδρα εὖ μάλα γνωρίζων , τὴν κατ’ Ἀντιόχειαν αὐτῷ ποίμνην ὡσὰν γνήσιος καὶ ἀγαθὸς ποιμὴν παρατίθεται, τὴν περὶ αὐτῆς φροντίδα διὰ σπουδῆς ἔχειν αὐτὸν ἀξιῶν.

ὁ δ’ αὐτὸς Σμυρναίοις γράφων οὐκ οἶδ’ ὁπόθεν ῥητοῖς συγκέχρηται, τοιαῦτά τινα περὶ τοῦ Χριστοῦ διεξιών “ἐγὼ δὲ καὶ μετὰ τὴν ἀνάστασιν ἐν σαρκὶ αὐτὸν οἶδα καὶ πιστεύω ὄντα. καὶ ὅτε πρὸς τοὺς περὶ Πέτρον ἐλήλυθεν, ἔφη αὐτοῖς , λάβετε, ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι οὐκ εἰμὶ δαιμόνιον ἀσώματον· καὶ εὐθὺς αὐτοῦ ἥψαντο καὶ ἐπίστευσαν.’’

οἶδε δὲ αὐτοῦ τὸ μαρτύριον καὶ ὁ Εἰρήναιος , καὶ τῶν ἐπιστολῶν αὐτοῦ μνημονεύει λέγων οὕτως “ ὡς εἶπέ τις τῶν ἡμετέρων διὰ τὴν πρὸς θεὸν μαρτυρίαν κατα- [*](23 Ignat, Ep. ad Smyrn. c. 4. 28 Iren. 5, 28, 4. p. 327.)

v.4.p.130
“κριθεὶς πρὸς θηρία, ὅτι σῖτός εἰμι θεοῦ, καὶ δι᾿ ‘ὀδόντων θηρίων ἀλήθομαι, ἵνα καθαρὸς ἄρτος εὑ- “ ρεθῶ.”

καὶ ὁ Πολύκαρπος δὲ τούτων αὐτῶν μέμνηται ἐν τῇ φερομένῃ αὐτοῦ πρὸς Φιλιππησίους ἐπιστολῇ, φάσκων αὐτοῖς ῥήμασι “ παρακαλῶ “ πάντας ὑμᾶς πειθαρχεῖν καὶ ἀσκεῖν πᾶσαν ὑπομο- ‘νὴν, ἣν εἴδετε κατ’ ὀφθαλμοὺς οὐ μόνον ἐν τοῖ “μακαρίοις Ἰγνατίῳ καὶ Ῥούφῳ καὶ Ζωσίμῳ, ἀλλα “ καὶ ἐν ἄλλοις τοῖς ἐξ ὑμῶν, καὶ ἐν αὐτῷ Παύλφ “καὶ τοῖς λοιποῖς ἀποστόλοις, πεπεισμένους ὅτι οὗτο “πάντες οὐκ εἰς κενὸν ἔδραμον , ἀλλ’ ἐν πίστει κα “ δικαιοσύνῃ , καὶ ὅτι εἰς τὸν ὀφειλόμενον αὐτοῖς το “πον εἰσὶ παρὰ κυρίῳ , ᾧ καὶ συνέπαθον. οὐ γὰ “ τὸν νῦν ἠγάπησαν αἰῶνα, ἀλλὰ τὸν ὑπὲρ ἡμῶν ἄπο “θανόντα καὶ δι’ ἡμᾶς ὑπὸ τοῦ θεοῦ ἀναστάντα.”

καὶ ἐξῆς ἐπιφέρει “ἐγράψατέ μοι καὶ ὑμεῖς καὶ Ἰγνα “τιος, ἵνα ἐάν τις ἀπέρχηται εἰς Συρίαν, καὶ τὰ παρ “ὑμῶν ἀποκομίσῃ γράμματα. ὅπερ ποιήσω, ἐὰν “καιρὸν εὔθετον, εἴτε· ἐγὼ, εἴτε ὃν πέμπω πρεσβεύ- “ σοντα καὶ περὶ ὑμῶν.

τὰς ἐπιστολὰς Ἰγνατίο(??) “τὰς πεμφθείσας ἡμῖν ὑπ’ αὐτοῦ καὶ ἄλλας ὅσας ει(??) “χομεν παρ’ ἡμῖν ἐπέμψαμεν ὑμῖν καθὼς ἐνετεί- “λασθε , αἵτινες ὑποτεταγμέναι εἰσὶ τῇ ἐπιστολῇ “ταύτῃ, ἐξ ὧν μεγάλα ὠφεληθῆναι δυνήσεσθε. πε- “ ριέχουσι γὰρ πίστιν καὶ ὑπομονὴν καὶ πᾶσαν οἰκο- “ δομὴν τὴν εἰς τὸν κύριον ἡμῶν ἀνήκουσασν.” καὶ τὰ μὲν περὶ τὸν Ἰγνάτιον τοιαῦτα. διαδέχεται δὲ μετ’ αὐτὸν τὴν Ἀντιοχείας ἐπισκοπὴν Ἥρως.