Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. IIl, 17] Τοσοῦτός γε μὴν ἐν πλείοσι τόποις ὁ καθ’ ἡμῶν ἐπετάθη τότε διωγμὸς, ὡς Πλίνιον Σεκοῦνδον ἐπισημότατον ἡγεμόνων ἡγεμόνων, ἐπὶ τῷ πλήθει τῶν μαρτύρων κινηθέντα, βασιλεῖ κοινωσασθαι περὶ τοῦ πλήθους τῶν ὑπὲρ τῆς πίστεως ἀναιρουμένων, ἅμα δ’ ἐν ταὐτῷ μηνῦσαι, μηδὲν ἀνόσιον μηδὲ παρὰ τοὺς νόμους πράττειν αὐτοὺς κατειληφέναι, πλὴν τό γε ἅμα τῇ ἕῳ διεγειρομένους τὸν Χριστὸν θεοῦ δίκην ὑμνεῖν, τὸ δὲ μοιχεύειν καὶ φονεύειν καὶ τὰ συγγενῆ τούτοις ἀθέμιτα πλημμελήματα καὶ αὐτοὺς ἀπαγορεύειν, πάντα τε πράττειν ἀκολούθως τοῖς νόμοις.

πρὸς ἃ τὸν Τραϊανὸν δόγμα τοιόνδε τεθεικέναι, τὸ Χριστιανῶν φῦλον μὴ ἐκζητεῖσθαι μὲν, ἐμπεσὸν δὲ κολάζεσθαι· οὗ γενομένου ποσῶς μὲν τοῦ διωγμοῦ σβεσθῆναι τὴν ἀπειλὴν σφοδρότατα ἐγκειμένου, οὐ χείρονάς γε μὴν τοῖς κακουργεῖν περὶ ἡμᾶς ἐθέλουσι λείπεσθαι προφάσεις, ἔσθ’ ὅπη μὲν τῶν δήμων, ἔσθ’ ὅπη δὲ καὶ τῶν κατὰ χώρας ἀρχόντων τὰς καθ’ ἡμῶν συσκευαζομένων ἐπιβουλὰς, ὡς καὶ ἄνευ προφανῶν διωγμῶν μερικοὺς κατ’ ἐπαρχίαν ἐξάπτεσθαι, πλείους τε τῶν πιστῶν διαφόροις ἐναγωνίζεσθαι μαρτυρίοις.

εἴληπται δ ἡμίν ἡ ἱστορία ἐξ ἧς ἀνωτέρω δεδηλώκαμεν τοῦ Τερτυλλιανοῦ ‘Ρωμαϊκῆς ἀπολογίας, ἧς ἡ ἑρμηνεία τοῦτον ἔχει τὸν τρόπον “καίτοι ηὑρήκαμεν καὶ τὴν εἰς “ἡμᾶς ἐπιζήτησιν κεκωλυμένην. Πλίνιος γὰρ Σε- [*](7 Plinius Epist. 10, 96. 97. 28 Tertullian. Apol. 2.)

v.4.p.127
“κοῦνδος ἡγούμενος ἐπαρχίου, κατακρίνας Χριστια- “νούς τινας καὶ τῆς ἀξίας ἐκβαλὼν, ταραχθεὶς τῷ “πλήθει ἠγνόει τί αὐτῷ λοιπὸν εἴη πρακτέον. Τραϊ- “ανῷ οὖν τῷ βασιλεῖ ἀνεκοινώσατο λέγων ἔξω τοῦ “μὴ βούλεσθαι αὐτοὺς εἰδωλολατρεῖν οὐδὲν ἀνόσιον ‘ἐν αὐτοῖς ηὑρηκέναι. ἐμήνυε δὲ καὶ τοῦτο, ἀνίστα- “σθαι ἔωθεν τοὺς Χριστιανοὺς καὶ τὸν Χριστὸν “θεοῦ δίκην ὑμνεῖν, καὶ πρὸς τὸ τὴν ἐπιστήμην αὐ- “τῶν διαφυλάσσειν κωλύεσθαι φονεύειν, μοιχεύειν, “πλεονεκτεῖν, ἀποστερεῖν καὶ τὰ τούτοις ὅμοια. πρὸς “ταῦτα ἀντέγραψε Τραϊανὸς τὸ τῶν Χριστιανῶν φῦ- “λον μὴ ἐκζητεῖσθαι μὲν, ἐμπεσὸν δὲ κολάζεσθαι.” καὶ ταῦτα μὲν ἐν τούτοις ἠν.

[Nic. H. E. III, 25] Τῶν δὲ ἐπὶ ‘Ρώμης ἐπισκόπων ἔτει τρίτῳ τῆς τοῦ προειρημένου βασιλέως ἀρχῆς Κλήμης Εὐαρέστῳ παραδοὺς τὴν λειτουργίαν ἀναλύει τὸν βίον, τὰ πάντα προστὰς ἔτη ἐννέα τῆς τοῦ θείου λόγου διδασκαλίας.

[Nic. H, E. III. 2] Ἀλλὰ καὶ τοῦ Συμεῶνος τὸν δηλωθέντα τελειωθέντος τρόπον, τῆς ἐν ‘Ιεροσολύμοις ἐπισκοπῆς τὸν θρόνον Ἰουδαῖός τις ὄνομα Ιοῦστος, μυρίων ὅσων ἐκ περιτομῆς εἰς τὸν Χριστὸν τηνικαῦτα πεπιστευκότων εἶς καὶ αὐτὸς ὢν, διαδέχεται.

[Nic. II. E. III, 29] Διέπρεπέ γε μὴν κατὰ τούτους ἐπὶ τῆς Ἀσίας τῶν ἀποστόλων ὁμιλητὴς Πολύκαρπος, τῆς κατὰ Σμύρναν ἐκκλησίας πρὸς τῶν αὐτοπτῶν καὶ ὑπηρετῶν τοῦ κυρίου τὴν ἐπισκοπὴν ἐγκεχειρισμένος.

καθ’ ὃν ἐγνωρίζετο Παπίας τῆς ἐν Ἱεραπόλει παροικίας καὶ αὐτὸς ἐπίσκοπος, ὅ τε παρὰ πλείστοις εἰσέτι νῦν διαβόητος [*](30 ἐπίσκοπες] Libri interpolati addunt ἀνὴρ τὰ πάντα ὅτι μάλιστα λογιώτατος καὶ τῆς γραφῆς εἰδήμων.)

v.4.p.128
Ἰγνάτιος, τῆς κατ’ Ἀντιόχειαν Πέτρου διαδοχῆς δεύτερος τὴν ἐπισκοπὴν κεκληρωμένος.

λόγος δ’ ἔχει τοῦτον ἀπὸ Συρίας ἐπὶ τὴν Ῥωμαίων πόλιν ἀναπεμφθέντα θηρίων γενέσθαι βορὰν τῆς εἰς Χριστὸν μαρτυρίας ἕνεκεν.