Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. III, 11 H, 42] Ἐπὶ τούτοις κατὰ τὴν Ἀσίαν ἔτι τῷ βίῳ περιλειπόμενος αὐτὸς ἐκεῖνος, ὃν ἠγάπα ὁ Ἰησοῦς, ἀπόστολος ὁμοῦ καὶ εὐαγγελιστὴς Ἰωάννης τὰς αὐτόθι διεῖπεν ἐκκλησίας, ἀπὸ τῆς κατὰ τὴν νῆσον μετὰ τὴν Δομετιανοῦ τελευτὴν ἐπανελθὼν φυγῆς.

ὅτι δὲ εἰς τούτους ἔτι τῷ βίῳ περιῆν ἀπόχρη διὰ δύο πιστώσασθαι τὸν λόγον μαρτύρων. πιστοὶ δ’ ἂν εἶεν οὗτοι, τῆς πρεσβεύσαντες ὀρθοδοξίας, εἰ δὴ τοιοῦτοι Εἰρηναῖος καὶ Κλήμης ὁ Ἀλεξανδρεύς.

ὧν ὁ μὲν πρότερος ἐν δευτέρῳ τῶν πρὸς τὰς αἱρέσεις ὡδέ πως γράφει κατὰ λέξιν “καὶ πάντες δὲ οἱ πρεσβύτεροι “μαρτυροῦσιν, οἱ κατὰ τὴν Ἀσίαν Ἰωάννῃ τῷ τοῦ “κυρίου μαθητῇ συμβεβληκότες, παραδεδωκέναι τὸν “ Ἰωάννην. παρέμεινε γὰρ αὐτοῖς μέχρι τῶν τραϊα- “νοῦ χρόνων.”

καὶ έν τρίτῳ δὲ τῆς αὐτῆς ὑπο- [*](26 Iren. Adv. haer. II, 22, 5. p. 148.)

v.4.p.109
θέσεως ταὐτὸ τοῦτο δηλοῖ διὰ τούτων “ἀλλὰ καὶ ἡ “ἐν Ἐφέσῳ ἐκκλησία ὑπὸ Παύλου μὲν τεθεμελιωμένη, “Ἰωάννου δὲ παραμείναντος αὐτοῖς μέχρι τῶν Τραϊ- “ανοῦ χρόνων, μάρτυς ἀληθής ἐστι τῆς τῶν ἀπο- “στόλων παραδόσεως.”

ὁ δὲ Κλήμης ὁμοῦ καὶ τὸν χρόνον ἐπισημηνάμενος καὶ ἱστορίαν ἀναγκαιοτάτην οἷς τὰ καλὰ καὶ ἐπωφελῆ φίλον ἀκούειν προστίθησιν ἐν ᾧ “τίς ὁ σωζόμενος πλούσιος” ἐπέγραψεν αὐτοῦ συγγράμματι. λαβὼν δὲ ἀνάγνωθι ὧδέ πως ἔχουσαν καὶ αὐτοῦ τὴν γραφήν

“ἄκουσον μῦθον οὐ μῦθον, ἀλλὰ ὄντα λόγον, περὶ Ἰωάννου τοὐ ἀποστόλου στόλου παραδεδομένον καὶ μνήμῃ πεφυλαγμένον. ἐπειδὴ γὰρ τοῦ τυράννου τελευτήσαντος ἀπὸ τῆς Πάτμου τῆς νήσου μετῆλθεν ἐπὶ τὴν Ἔφεσον, ἀπῄει παρακαλούμενος καὶ ἐπὶ τὰ πλησιόχωρα τῶν ἐθνῶν, ὅπου μὲν ἐπισκόπους καταστήσων, ὅπου δὲ ὅλας ἐκκλησίας ἁρμόσων, ὅπου δὲ κλήρῳ ἔνα γέ τινα κληρώσων τῶν ὑπὸ τοῦ πνεύματος σημαινομένων.

ἐλθὼν οὖν καὶ ἐπί τινα τῶν οὐ μακρὰν πόλεων, ἧς καὶ τοὔνομα λέγουσιν ἔνιοι, καὶ τἄλλα ἀναπαύσας τοὺς ἀδελφοὺς, ἐπὶ πᾶσι τῷ καθεστῶτι προσβλέψας ἐπισκόπῳ, νεανίσκον ἱκανὸν τῷ σώματι καὶ τῇ ὄψει ἀστεῖον καὶ θερμὸν τὴν ψυχὴν ἰδὼν, “τοῦτον” ἔφη σοὶ παρακατατίθεμαι μετὰ πάσης σπουδῆς, ἐπὶ τῆς ἐκκλησίας καὶ τοῦ Χριστοῦ μάρτυρος.” τοῦ δὲ δεχομένου καὶ πάνθ’ ὑπισχνουμένου καὶ πάλιν τὰ αὐτὰ διελέγετο καὶ διεμαρτύρετο.

εἶτα ὁ μὲν ἀπῇρεν ἐπὶ τὴν Ἔφεσον, ὁ δὲ πρεσβύτερος ἀναλαβὼν οἴκαδε τὸν παραδοθέντα νεανίσκον ἔτρεφε, συνεῖχεν, ἔθαλπε, τὸ τελευταῖον ἐφώτισε. καὶ μετὰ τοῦτο [*](5 Clemens περὶ τοῦ σωζ. πλουσίου p. 958 ed. Pott.)

v.4.p.110
“ὑφῆκε τῆς πλείονος ἐπιμελείας καὶ παραφυλακῆς, ὡς “τὸ τέλειον αὐτῷ φυλακτήριον ἐπιστήσας τὴν σφρα– “γῖδα τοῦ κυρίον.

Τῷ δὲ ἀνέσεως πρὸ ὥρας λαβο– “μένῳ προσφθείρονταί τινες ἥλικες ἀργοὶ καὶ ἀπερ– ”ρωγότες, ἐθάδες κακῶν. Καὶ πρῶτον μὲν δἰ ἑστιά– “σεων πολυτελῶν αὐτὸν ἐπάγονται, εἶτά που καὶ νύ– “κτωρ ἐπὶ λωποδυσίαν ἐξιόντες συνεπάγονται, εἶτά “τι καὶ μεῖζον συμπράττειν ἠξίουν.

ὁ δὲ κατ’ ὀλί– “γον προσειθίζετο, καὶ διὰ μέγεθος φύσεως, ἐκστὰς ” ὥσπερ ἄστομος καὶ εὔρωστος ἵππος ὀρθῆς ὁδοῦ καὶ “τὸν χαλινὸν ἐνδακὼν, μειζόνως κατὰ τῶν βαράθρων “ἐφέρετο.

ἀπογνοὺς δὲ τελέως τὴν ἐν θεῷ σω– “τηρίαν οὐδὲν ἔτι μικρὸν διενοεῖτο, ἀλλὰ μέγα τι “πράξας, έπειδήπερ ἄπαξ, άπολώλει, ἴσa τοῖς ἄλλοις “παθεῖν ήξίον. Αὐτοὺς δὴ τούτονς άναλαβὼν καὶ λῳ– “στήριον σνγκροτήσας ἕτοιμος λᾐσταρχος ἦν, βιαιό- "τατος, μιαιφονώτατος, χαλεπώτατος.

χρόνος ἐν “μέβῳ, καί τίνος έπιπεσούης χρείας άνακαλοῦσι τὸν “ ‘Ιωάννην. ό δε έπε ι τά ἄλλα ὧν χάριν ἧκε κατεβτή- “sατο, ἄγε δὴ, ἔφη, ὧ έπίσκοπε, τὴν παρακαταθή- “κην áπόδος ήμῖν, ἥν ἐγώ τε καὶ ο Χριστός σοι πα- "ρακατεθέμεθα έπὶ τἠς έκκλησίας, ἧς προκαδίζῃ, "μάρτνρος.

ό δὲ τὸ μὲν πρῶτον έξεπλάγη, χρή- “ματα οἰόμενος, ἅπερ οὐκ ἔλαβε, σνκοφαντεῖσθαι, καὶ "οὔτε πιιστεύειν εἶχεν ὑπὲρ ὧν οὐκ ἔσχεν οὔτε ἀπιστεῖν “’Ιωάννῃ. ὡς δὲ “τὸν νεανίσκον” εἶπεν “ἀπαιτῶ καὶ τὴν “φνχὴν τοῦ άδελφοῦ," στενάξας κάτωθεν ὁ πρεσβύτης “καί τι καὶ έπιδακρύσας, “έκεῖνος” ἔφη "τέθνηκε." “πῶς καὶ τίνα θάνατον; " "θεῷ τέθνηκεν" εἶπεν. "άπέβη γὰρ πονηρός καὶ εξώλης, καὶ τὸ κεφάλαιον, “λῃστής. Καὶ νῦν άντὶ τῆς έκκλησίας τὸ ὄρος κατεί- “ληφε μεθ' όμοίον στρατιωτικοῦ”

καταρρηζάμε-

v.4.p.111
“νος οὖν τὴν ἐσθῆτα ὁ ἀπόστολος, καὶ μετὰ μεγάλης “οἰμωγῆς πληξάμενος τὴν κεφαλὴν, καλόν γε, ἔφη, “φύλακα τῆς τἀδελφοῦ ψυχῆς κατέλιπον. ἀλλ᾿ ἵππος “ἤδη μοι παρέστω, καὶ ἡγεμὼν γινέσθω μοί τις τῆς “ὁδοῦ. ἤλαυνεν, ὥσπερ εἶχεν, αὐτόθεν ἀπὸ τῆς ἐκ- “κλησίας.

ἐλθὼν δὲ εἰς τὸ χωρίον ὑπὸ τῆς προ- “φυλακῆς τῶν λῃστῶν ἁλίσκεται, μήτε φεύγων μήτε “παραιτούμενος, ἀλλὰ βοῶν, ἐπὶ τοῦτ᾿ ἐλήλυθα, ἐπὶ “τὸν ἄρχοντα ὑμῶν ἀγάγετέ με.

ὃς τέως, ὥσπερ “ὥπλιστο, ἀνέμενεν, ὡς δὲ προσιόντα ἐγνώρισε τὸν “Ἰωάννην, εἰς φυγὴν αἰδεσθεὶς ἐτράπετο. ὁ δὲ ἐδί- “ωκεν ἀνὰ κράτος, ἐπιλαθόμενος τῆς ἡλικίας τῆς ἑαυ- “τοῦ, κεκραγὼς,

τί με φεύγεις, τέκνον, τὸν σαυ- “τοῦ πατέρα, τὸν γυμνὸν, τὸν γέροντα; ἐλέησόν με, “τέκνον, μὴ φοβοῦ. ἔχεις ἔτι ζωῆς ἐλπίδα. ἐγὼ “Χριστῷ λόγον δώσω ὑπὲρ σοῦ, ἂν δέῃ, τὸν σὸν θά- “νατον ἑκὼν ὑπομενῶ, ὡς ὁ κύριος τὸν ὑπὲρ ἡμῶν. “ὑπὲρ σοῦ τὴν ψυχὴν ἀντιδώσω τὴν ἐμήν. στῆθι, “πίστευσον, Χριστός με ἀπέστειλεν.

ὁ δὲ ἀκού- “σας πρῶτον μὲν ἔστη κάτω βλέπων, εἶτα ἔρριψε τὰ “ὅπλα, εἶτα τρέμων ἔκλαιε πικρῶς. προσελθόντα δὲ “τὸν γέροντα περιέλαβεν, ἀπολογούμενος ταῖς οἰμω- “γαῖς ὡς ἐδύνατο καὶ τοῖς δάκρυσι βαπτιζόμενος ἐκ “δευτέρου, μόνην ἀποκρύπτων τὴν δεξιάν.

ὁ δ᾿ “ἐγγυώμενος, ἐπομνύμενος, ὡς ἄφεσιν αὐτῷ παρὰ “τοῦ σωτῆρος ηὕρηται, δεόμενος, γονυπετῶν, αὐτὴν “τὴν δεξιὰν ὡς ὑπὸ τῆς μετανοίας κεκαθαρμένην κα- “ταφιλῶν, ἐπὶ τὴν ἐκκλησίαν ἐπανήγαγε, καὶ δαψι- “λέσι μὲν εὐχαῖς ἐξαιτούμενος, συνεχέσι δὲ νηστείαις “συναγωνιζόμενος, ποικίλαις δὲ σειρῆσι λόγων κατε- “πᾴδων αὐτοῦ τὴν γνώμην οὐ πρότερον ἀπῆλθεν, ὥς “φασι, πρὶν αὐτὸν ἀποκατέστησε τῇ ἐκκλησίᾳ, διδοὺς

v.4.p.112
“μέγα παράδειγμα μετανοίας ἀληθινῆς καὶ μέγα γνώ- “ρισμα παλιγγενεσίας, τρόπαιον ἀναστάσεως βλεπο- “μένη.”