Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. III, 9] Ἐν τούτῳ κατέχει λόγος τὸν ἀπόστολον ἅμα καὶ εὐαγγελιστὴν Ἰωάννην ἔτι τῷ βίῳ ἐνδιατρίβοντα, τῆς εἰς τὸν θεῖον λόγον ἕνεκεν μαρτυρίας, Πάτμον οἰκεῖν καταδικασθῆναι τὴν νῆσον.

γράφων γέ τοι ὁ Εἰρήναιος περὶ τῆς ψήφου τῆς κατὰ τὸν ἀντίχριστον προσηγορίας φερομένης ἐν τῇ Ἰωάννου λεγομένῃ προσηγορίας αὐταῖς συλλαβαῖς ἐν πέμπτῳ τῶν πρὸς τὰς αἱρέσεις ταῦτα περὶ τοῦ Ἰωάννου φησίν

“εἰ δὲ ἔδει ἀναφανδὸν ἐν τῷ νῦν καιρῷ κηρύττεσθαι τοὔνομα αὐ- ‘τοῦ, δι’ ἐκείνου ἂν ἐρρέθη τοῦ καὶ τὴν ἀποκάλυψιν ἑωρακότος. οὐδὲ γὰρ πρὸ πολλοῦ χρόνου ἑωράθη, “ ἀλλὰ σχεδὸν ἐπὶ τῆς ἡμετέρας γενεὰς, πρὸς τῷ τέλει τῆς Δομετιανοῦ ἀρχῆς.”

εἰς τοσοῦτον δὲ ἄρα κατὰ τοὺς δηλουμένους ἡ τῆς ἡμετέρας πίστεως διέλαμπε διδασκαλία, ὡς καὶ τοὺς ἄποθεν τοῦ καθ’ ἡμὰς λόγου συγγραφεῖς μὴ ἀποκνῆσαι ταῖς αὐτῶν ἱστορίαις τόν τε διωγμὸν καὶ τὰ ἐν αὐτῷ μαρτύρια παραδοῦναι, οἴ γε καὶ τὸν καιρὸν ἐπ’ ἀκριβὲς ἐπεσημήνατο, ἐν ἔτει πεντεκαιδεκάτῳ Δομετιανοῦ μετὰ [*](19 Iren. Adv. ηαερ. V, 30, 3. p. 330.)

v.4.p.106
πλείστων ἑτέρων καὶ Φλαουίαν Δομέτιλλαν ἱστορη σαντες, ἐξ ἀδελφῆς γεγονυῖαν Φλαουίου Κλήμεντος ἑνὸς τῶν τηνικάδε ἐπὶ Ῥώμης ὑπάτων, τῆς εἰς Χρι ’στὸν μαρτυρίας ἕνεκεν εἰς νῆσον Ποντίαν κατὰ τιμο ρίαν δεδόσθαι.