Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. III, 9] Μετὰ τὴν Ἰακώβου μαρτυρίαν καὶ τὴν αὐτίκα γενομένην ἅλωσιν τῆς Ἱερουσαλὴμ λόγος κατέχει τῶν ἀποστόλων καὶ τῶν τοῦ κυρίου μαθητῶν τοὺς εἰσέτι τῷ βίῳ λειπομένους ἐπὶ ταὐτὸ πανταχόθεν συνελθεῖν, ἅμα τοῖς πρὸς γένους κατὰ σάρκα τοῦ κυρίου (πλείους γὰρ καὶ τούτων περιῆσαν εἰσέτι τότε τῷ βίῳ) βουλήν τε ὁμοῦ τοὺς πάντας περὶ τοῦ τίνα χρὴ τῆς Ἰακώβου διαδοχῆς ἐπικρῖναι ἄξιον ποιήσασθαι, καὶ δὴ ἀπὸ μιᾶς γνώμης τοὺς πάντας Συμεῶνα τὸν τοῦ Κλωπᾶ, οὗ καὶ ἡ τοῦ εὐαγγελίου μνημονεύει γραφὴ, τοῦ τῆς αὐτόθι παροικίας θρόνου ἄξιον εἶναι δοκιμάσαι, ἀνεψιόν γε, ὥς φασι, γεγονότα τοῦ σωτῆρος. τὸν γὰρ οὖν Κλωπᾶν ἀδελφὸν τοῦ Ἰωσὴφ ὑπάρχειν Ἡγήσιππος ἱστορεῖ.

[Nic. H. E. III, 10] Καὶ ἐπὶ τούτοις Οὐεσπασιανὸν μετὰ τὴν τἂν Ἱεροσολύμων ἅλωσιν πάντας τοὺς ἀπὸ γένους Δαβὶδ, ὡς ἂν μὴ περιλειφθείη

v.4.p.104
παρὰ Ἰουδαίοις τῶν ἀπὸ τῆς βασιλικῆς φυλῆς, ἀνα ζητεῖσθαι προστάξαι, μέγιστόν τε Ἰουδαίοις αὖθις ἐν ταύτης διωγμὸν ἐπαρτηθῆναι τῆς αἰτίας.

Ἐπὶ δέκα δὲ τὸν Οὐεσπασιανὸν ἔτεσι βα σιλεύσαντα αὐτοκράτωρ Τίτος ὁ παῖς διαδέχεται, ου κατὰ δεύτερον ἔτος τῆς βασιλείας Λίνος ἐπίσκοπο τῆς Ῥωμαίων ἐκκλησίας δυοκαίδεκα τὴν λειτουργία ἐνιαυτοῖς κατασχὼν Ἀνεγκλήτῳ ταύτην παραδίδωσι Τίτον δὲ Δομετιανὸς ἀδελφὸς διαδέχεται, δύο ἔτεο καὶ μησὶ τοῖς ἴσοις βασιλεύσαντα.

Τετάρτῳ μὲν οὖν ἔτει Δομετιανοῦ τῆς κατ’ Ἀλεξάνδρειαν παροικίας ὁ πρῶτος Ἀννιανὸς, δύο πρὸς εἴκοσιν ἀναπλήσας ἔτη, τελευτᾷ, διαδέχεται δ’ αὐτὸν δεύτερος Ἀβίλιος.

Δωδεκάτῳ δὲ ἔτει τῆς ἡγεμονίας τῆς Ῥωμαίων ἐκκλησίας Ἀνέγκλητον ἔτεσιν ἐπισκοπεύσαντα δεκαδύο διαδέχεται Κλήμης. ὃν συνεργὸν ἑαυτοῦ γενέσθαι Φιλιππησίοις ἐπιστέλλων ὁ ἀπόστολος δι- δάσκει λέγων “μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν “συνεργῶν μου μου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.''

Τούτου δὴ οὑν τοῦ Κλήμεντος ὁμολογουμένη μία ἐπιστολὴ φέρεται, μεγάλη τε καὶ θαυμασία, ἥν ὡς ἀπὸ τῆς Ῥωμαίων ἐκκλησίας τῇ Κορινθίων διετυπώσατο, στάσεως τηνικάδε κατὰ τὴν Κόρινθον γενομένης. ταύτην δὲ καὶ ἐν πλείσταις ἐκκλησίαις ἐπὶ τοῦ κοινοῦ δεδημοσιευμένην πάλαι τε καὶ καθ’ ἡμᾶς αὐτοὺς ἔγνωμεν. καὶ ὕτι γε κατὰ τὸν δηλούμενον τὰ τῆς Κορινθίων κεκίνητο στάσεως ἀξιόχρεως μάρτυς ὁ Ἡγήσιππος.

[Nic. II. E. III, 9] Πόλλην γε μὴν εἰς πολ- [*](18 Philipp 4, 3.)

v.4.p.105
λοὺς ἐπιδειξάμενος ὁ Δομετιανὸς ὠμότητα, οὐκ ἀλίγον τε τῶν ἐπὶ Ῥώμης εὐπατριδῶν τε καὶ ἐπισήμων ἀνδρῶν πλῆθος οὐ μετ’ εὐλόγου κρίσεως κτείνας, μυρίους τε ἄλλους ἐπιφανεῖς ἄνδρας ταῖς ὑπὲρ τὴν ἐνορίαν ζημιώσας φυγαῖς καὶ ταῖς τῶν οὐσιῶν ἀποβολαῖς ἀναιτίως, τελευτῶν τῆς Νέρωνος θεοεχθρίας τε καὶ θεομαχίας διάδοχον ἑαυτὸν κατεστήσατο. δεύτερος δῆτα τὸν καθ’ ἡμῶν ἀνεκίνει διωγμὸν, καίπερ τοῦ πατρὸς αὐτῷ Οὐεσπασιανοῦ μηδὲν καθ’ ἡμῶν ἄτοπον ἐπινοήσαντος.

[Nic. H. E. III, 9] Ἐν τούτῳ κατέχει λόγος τὸν ἀπόστολον ἅμα καὶ εὐαγγελιστὴν Ἰωάννην ἔτι τῷ βίῳ ἐνδιατρίβοντα, τῆς εἰς τὸν θεῖον λόγον ἕνεκεν μαρτυρίας, Πάτμον οἰκεῖν καταδικασθῆναι τὴν νῆσον.

γράφων γέ τοι ὁ Εἰρήναιος περὶ τῆς ψήφου τῆς κατὰ τὸν ἀντίχριστον προσηγορίας φερομένης ἐν τῇ Ἰωάννου λεγομένῃ προσηγορίας αὐταῖς συλλαβαῖς ἐν πέμπτῳ τῶν πρὸς τὰς αἱρέσεις ταῦτα περὶ τοῦ Ἰωάννου φησίν

“εἰ δὲ ἔδει ἀναφανδὸν ἐν τῷ νῦν καιρῷ κηρύττεσθαι τοὔνομα αὐ- ‘τοῦ, δι’ ἐκείνου ἂν ἐρρέθη τοῦ καὶ τὴν ἀποκάλυψιν ἑωρακότος. οὐδὲ γὰρ πρὸ πολλοῦ χρόνου ἑωράθη, “ ἀλλὰ σχεδὸν ἐπὶ τῆς ἡμετέρας γενεὰς, πρὸς τῷ τέλει τῆς Δομετιανοῦ ἀρχῆς.”

εἰς τοσοῦτον δὲ ἄρα κατὰ τοὺς δηλουμένους ἡ τῆς ἡμετέρας πίστεως διέλαμπε διδασκαλία, ὡς καὶ τοὺς ἄποθεν τοῦ καθ’ ἡμὰς λόγου συγγραφεῖς μὴ ἀποκνῆσαι ταῖς αὐτῶν ἱστορίαις τόν τε διωγμὸν καὶ τὰ ἐν αὐτῷ μαρτύρια παραδοῦναι, οἴ γε καὶ τὸν καιρὸν ἐπ’ ἀκριβὲς ἐπεσημήνατο, ἐν ἔτει πεντεκαιδεκάτῳ Δομετιανοῦ μετὰ [*](19 Iren. Adv. ηαερ. V, 30, 3. p. 330.)

v.4.p.106
πλείστων ἑτέρων καὶ Φλαουίαν Δομέτιλλαν ἱστορη σαντες, ἐξ ἀδελφῆς γεγονυῖαν Φλαουίου Κλήμεντος ἑνὸς τῶν τηνικάδε ἐπὶ Ῥώμης ὑπάτων, τῆς εἰς Χρι ’στὸν μαρτυρίας ἕνεκεν εἰς νῆσον Ποντίαν κατὰ τιμο ρίαν δεδόσθαι.