Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. II, 39 –44. III, 1] Τὰ μὲν δὴ κατὰ Ἰουδαίους ἐν τούτοις ἦν. τῶν δὲ ἱερόν τοῦ σωτῆρος ἡμῶν ἀποστόλων τε καὶ μαθητῶν ἐφ’ ἅπασαν κατασπαρέντων τὴν οἰκουμένην, Θωμᾶς μὲν, ὡς ἡ παράδοσις περιέχει , τὴν Παρθίαν εἴληχεν , Ἀνδρέας δὲ τὴν Σκυθίαν, Ἰωάννης τὴν Ἀσίαν, πρὸς οὓς καὶ διατρίψας ἐν Ἐφέσω τελευτᾷ.

Πέτρος δὲ ἐν Πόντῳ καὶ Γαλατία καὶ Βιθυνία Καππαδοκία τε καὶ Ἀσία κεκηρυχέναι τοῖς ἐν διασπορᾷ Ἰουδαίοις ἔοικεν· ὃς [*](7 loseph. B. I. 11, 18, 2.)

v.4.p.84
καὶ ἐπὶ τέλει ἐν Ῥώμῃ γενόμενος ἀνεσκολοπίσθη κατὰ κεφαλῆς, οὕτως αὐτὸς ἀξιώσας παθεῖν.