Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

καὶ τοῦ Πι- “λάτου παρόντος εἰς Ἰεροσόλυμα περιστάντες τὸ βῆμα “ κατεβόων. ὁ δὲ προῄδει γὰρ αὐτῶν τὴν ταραχὴν) “ τῷ πλήθει τοὺς στρατιώτας ἐνόπλους, ἐσθῆσιν ἰδιω- “ τικαῖς κεκαλυμμένους ἐγκαταμίξας, καὶ ξίφει μὲν “ χρήσασθαι κωλύσας, ξύλοις δὲ παίειν τοὺς κεκρα- “γότας ἐγκελευσάμενος, σύνθημα δίδωσιν ἀπὸ τοῦ “ βήματος. τυπτόμενοι δὲ οἱ Ἰουδαῖοι πολλοὶ μὲν ἀπὸ “ τῶν πληγῶν, πολλοὶ δὲ ὑπὸ σφῶν αὐτῶν ἐν τῇ φυγῇ “ καταπατηθέντες ἀπώλοντο, πρὸς δὲ τὴν συμφορὰν “ τῶν ἀνῃρημένων καταπλαγὲν τὸ πλῆθος ἐσιώπησεν.

ἐπὶ τούτοις μυρίας ἄλλας ἐν αὐτοῖς Ἱεροσολύμοις κεκινῆσθαι νεωτεροποιίας ὁ αὐτὸς ἐμφαίνει, παριστὰς [*](2 Ioseph. B. I. II, 9, 2 et 4.)

v.4.p.55
ὡς οὐδαμῶς ἐξ ἐκείνου διέλιπον τήν τε πόλιν καὶ τὴν Ἰουδαίαν ἅπασαν στάσεις καὶ πόλεμοι καὶ κακῶν ἐπάλληλοι μηχαναὶ, εἰσότε τὸ πανύστατον ἡ κατὰ Οὐεσπασιανὸν αὐτοὺς μετῆλθε πολιορκία. Ἰουδαίους μὲν οὖν, ὧν κατὰ τοῦ Χριστοῦ τετολμήκασι, ταύτῃ πη τὰ ἐκ τῆς θείας μετῄει δίκης.

[Nic. H. E. II, 10] Οὐκ ἀγνοεῖν δὲ ἄξιον ὡς καὶ αὐτὸν ἐκεῖνον τὸν ἐπὶ τοῦ σωτῆρος Πιλᾶτον, κατὰ Γάϊον , οὗ τοὺς χρόνους διέξιμεν, τοσαύταις περιπεσεῖν κατέχει λόγος συμφοραῖς ὡς ἐξ ἀνάγκης αὐτοφονευτὴν ἑαυτοῦ καὶ τιμωρὸν αὐτόχειρα γενέσθαι, τῆς θείας, ὡς ἔοικε, δίκης οὐκ εἰς μακρὸν αὐτὸν μετελθούσης. ἱστοροῦσιν Ἑλλήνων οἱ τὰς Ὀλυμπιάδας ἅμα τοῖς κατὰ χρόνους πεπραγμένοις ἀναγράψαυτες.

[Nic. H. E. II, 11-12] Ἀλλὰ γὰρ Γάϊον οὐδ’ ὅλοις τέτταρσιν ἔτεσι τὴν ἀρχὴν διακατασχόντα Κλαύδιος αὐτοκράτωρ διαδέχεται. καθ’ ὃν λιμοῦ τὴν οἰκουμένην πιέσαντος , τοῦτο δὲ καὶ οἱ πόρρω τοῦ καθ’ ἡμᾶς λόγου συγγραφεἵς ταῖς αὐτῶν ἱστορίαις παρέδοσαν), ἡ κατὰ τὰς Πραξεῖς τῶν ἀποστόλων Ἀγά βου προφήτου περὶ τοῦ μέλλειν ἔσεσθαι λιμὸν ἐφ’ ὅλην τὴν οἰκουμένην πέρας ἐλάμβανε πρόρρησις.

τὸν δὲ κατὰ Κλαύδιον λιμὸν ἐπισημηνάμενος ἐν ταῖς Πράξεσιν ὁ Λουκᾶς , ἱστορήσας τε ὡς ἄρα διὰ Παύλου καὶ Βαρνάβα οἱ κατὰ Ἀντιόχειαν ἀδελφοὶ τοῖς κατὰ τὴν Ἰουδαίαν ἐξ ὧν ἕκαστος ηὐπόρει διαπεμψήμενοι ἦσαν ἐπιφέρει λέγων·

“ Κατ΄ ἐκεῖνον δὲ τὸν καιρὸν, δῆλον ὅτι ἐπὶ Κλαυδίου , ἐπέβαλεν ὁ βασιλεὺς Ἡρώδης τὰς χεῖρας, [*](21 Act. 2, 28. 29 Act. 12, 1.)

v.4.p.56
κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας, ἀνεῖλέ τε Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ.”

περὶ τούτου δ᾿ ὁ Κλήμης τοῦ Ἰακώβου καὶ ἱστορίαν μνήμης ἀξίαν ἐν τῇ τῶν Ὑποτυπώσεων ἑβδόμῃ παρατίθεται, ὡσὰν ἐκ παραδόσεως τῶν πρὸ αὐτοῦ φάσκων, ὅτι δὴ ὁ εἰσαγαγὼν αὐτὸν εἰς δικαστήριον, μαρτυρήσαντα ἰδὼν αὐτὸν, κινηθεὶς ὡμολόγησεν εἶναι καὶ αὐτὸς ἑαυτὸν Χριστιανόν.

συναπήχθησαν οὖν ἄμφω, φησὶ, καὶ κατὰ τὴν ὁδὸν ἠξίωσεν ἀφεθῆναι αὐτῷ ὑπὸ τοῦ Ἰακώβου. ὁ δὲ ὀλίγον σκεψάμενος “εἰρήνη σοι” εἶπε, καὶ κατεφίλησεν αὐτόν. καὶ οὕτως ἀμφότεροι ὁμοῦ ἐκαρατομήθησαν.

τὸ τηνικαῦτα δὲ, ὥς φησιν ἡ θεία γραφὴ, ἰδὼν ὁ Ἡρώδης ἐπὶ τῇ τοῦ Ἰακώβου ἀναιρέσει ὅτι δὴ πρὸς ἡδονῆς εἴη τὸ πραχθὲν τοῖς Ἰουδαίοις, ἐπιτίθεται καὶ Πέτρῳ, δεσμοῖς τε αὐτὸν παραδοὺς ὅσον οὔπω καὶ τὸν κατ᾿ αὐτοῦ φόνον ἐνήργησεν ἂν, εἰ μὴ διὰ θείας ἐπιφανείας ἐπιστάντος αὐτῷ νύκτωρ ἀγγέλου παραδόξως τῶν εἱργμῶν ἀπαλλαγεὶς ἐπὶ τὴν τοῦ κηρύγματος ἀφεῖτο διακονίαν. καὶ τὰ μὲν κατὰ Πέτρον οὕτως εἶχεν οἰκονομίας.

[Nic. H. E. II, 13] Τὰ δέ γε τῆς κατὰ τῶν ἀποστόλων ἐγχειρήσεως τοῦ βασιλέως οὐκέτ᾿ ἀναβολῆς εἴχετο, ἀλλά γέ τοι αὐτὸν ὁ τῆς θείας δίκης τιμωρὸς διάκονος μετῄει, παραυτίκα μετὰ τὴν τῶν ἀποστόλων ἐπιβουλὴν, ὡς ἡ τῶν Πράξεων ἱστορεῖ γραφὴ, ὁρμήσαντα μὲν ἐπὶ τὴν Καισάρειαν, ἐν ἐπισήμῳ δ᾿ ἐνταῦθα ἑορτῆς ἡμέρᾳ λαμπρᾷ καὶ βασιλικῇ κοσμησάμενον ἐσθῆτι, ὑψηλόν τε πρὸ βήματος δημηγορήσαντα· τοῦ γάρ τοι δήμου παντὸς ἐπευφημήσαντος [*](13 Act. 12, 3. 26 Act. 12, 20.)

v.4.p.57
τῇ δημηγορίᾳ , ὡς ἐπὶ θεοῦ φωνῇ καὶ οὐκ ἀνθρώπου, παραχρῆμα τὸ λόγιον πατάξαι αὐτὸν ἄγγελον κυρίου ἱστορεῖ , γενόμενόν τε σκωληκόβρωτον ἐκψῦξαι.

θαυμάσαι δ’ ἄξιον τῆς περὶ τὴν θείαν γραφὴν καὶ ἐν τῷδε τῷ παραδόξῳ συμφωνίας τὴν τοῦ Ἰωσήπου ἱστορίαν, καθ’ ἣν ἐπιμαρτυρῶν τῇ ἀληθείᾳ δῆλός ἐστιν ἐν τόμῳ τῆς ἀρχαιολογίας ἐννεακαιδεκάτῳ , ἔνθα αὐτοῖς γράμμασιν ὧδέ πως τὸ θαῦμα διηγεῖται

“τρίτον “ ἔτος αὐτῷ βασιλεύοντι τῆς ὅλης Ἰουδαίας πεπλήρωτο, καὶ παρῆν εἰς πόλιν Καισάρειαν, ἣ τὸ πρότρερον Στράτωνος πύργος ἐκαλεῖτο. συνετέλει δ’ ἐνταυθα θεωρίας εἰς τὴν Καίσαρος τιμὴν, ὑπὲρ τῆς ἐκείνου σωτηρίας ἑορτήν τινα ταύτην ἐπιστάμενος. καὶ παρ’ αὐτὴν ἤθροιστο τῶν κατὰ τὴν ἐπάρχιον ἐν ‘ καὶ προβεβηκότων εἰς ἀξίαν πλῆθος.

δευτέρᾳ δὲ τῶν θεωριῶν ἡ̣μέρᾳ στολὴν ἐνδυσάμενος ἐξ ἁ πεποιημένην πᾶσαν , ὡς θαυμάσιον ὑφὴν εἶναι, παρῆλθεν εἰς τὸ θέατρον ἀρχομένης ἡμέραςἔνθα ταῖς πρώταις τῶν ἡλιακῶν ἀκτίνων ἐπιβολαῖς “ ὁ ἄργυρος καταυγασθεὶς θαυμασίως ἀπέστιλβε, μαρ- “ μαίρων τι φοβερὸν καὶ τοῖς εἰς αὐτὸν ἀτενίζουσι φρικῶδες.

εὐθὺς δὲ οἱ κόλακες τὰς οὐδὲν ἐκείνῳ “πρὸς ἀγαθοῦ ἄλλος ἄλλοθεν φωνὰς ἀνεβόων, θεὸν προσαγορεύοντες, ‘ εὐμενής τε εἴης ἐπιλέγοντες· εἰ καὶ μέχρι νῦν ὡς ἄνθρωπον ἐφοβήθημεν, ἀλλὰ τοὐντεῦθεν κρείττονά σε θνητῆς τῆς φύσεως ὁμολο- “ γοῦμεν.’

οὐκ ἐπέπληξε τούτοις ὁ βασιλεὺς , οὐδὲ “τὴν κολακείαν ἀσεβοῦσαν ἀπετρίψατο. ἀνακύψας “δὲ μετ’ ὀλίγον τῆς ἑαυτοῦ κεφαλῆς ὑπερκαθεζόμενον “εἶδεν ἄγγελον. τοῦτον εὐθὺς ἐνόησε κακῶν εἶναι [*](8 loseph. A. I. XIX, 8, 2.)

v.4.p.58
“αἴτιον, τὸν καί ποτε τῶν ἀγαθῶν γενόμενον, καὶ “ διακάρδιον ἔσχεν ὀδύνην.

ἄθρουν δ’ αὐτῷ τῆς “κοιλίας προσέφυσεν ἄλγημα, μετὰ σφοδρότητος ἀρξά- “μενον. ἀναθεωρῶν οὖν πρὸς τοὺς φίλους, ὁ θεὸς “ ὑμῖν ἐγὼ, φησὶν, ἤδη καταστρέφειν ἐπιτάττομαι τὸν “βίον, παραχρῆμα τῆς εἱμαρμένης τὰς ἄρτι μου κατε- “ψευσμένας φωνὰς ἐλεγχούσης. ὁ κληθεὶς ἀθάνατος “ ὑμῶν ἤδη θανεῖν ἀπάγομαι. δεκτέον δὲ τὴν “ πεπρωμένην, ᾗ θεὸς βεβούληται. καὶ γὰρ βεβιώ- “ κάμεν οὐδαμῆ φαύλως, ἀλλ’ ἐπὶ τῆς μακαριζομένης “ λαμπρότητος. ταῦτα δὲ λέγων ἐπιτάσει τῆς ὀδύνης ‘κατεπονεῖτο.

μετὰ σπουδῆς οὖν εἰς τὸ βασίλειον “ ἐκομίσθη, καὶ διῆξε λόγος εἰς πάντας , ὡς ἔχοι τοῦ “τεθνάναι παντάπασι μετ’ ὀλίγον. ἡ πληθὺς δ’ αὐ- “ τίκα σὺν γυναιξὶ καὶ παισὶν ἐπὶ σάκκον καθεσθεῖσα ‘ τῷ πατρίῳ νόμῳ τὸν θεὸν ἱκέτευον ὑπὲρ τοῦ βασιλέως, οἰμωγῆς τε πάντ’ ἦν ἀνάπλεα καὶ θρήνων. ‘·ἐν ὑψηλῷ δ’ ὁ βασιλεὺς δωματίῳ κατακείμενος καὶ κάτω βλέπων αὐτοὺς πρηνεῖς προσπίπτοντας ἄδα “ κρυς οὐδ’ αὐτὸς ἔμενεν.

συνεχῶς δ’ ἐφ’ ἡμέρας “ πέντε τῷ τῆς γαστρὸς ἀλγήματι διεργασθεὶς τὸν βίον “ κατέστρεψεν , ἀπὸ γενέσεως ἄγων πεντηκοστὸν ἔτος “ καὶ τέταρτον, τῆς δὲ βασιλείας ἕβδομον. τέσσαρας “ μὲν οὖν ἐπὶ Γαίου Καίσαρος ἐβασίλευσεν ἐνιαυτοὺς, “ τῆς Φιλίππου μὲν τετραρχίας εἰς τριετίαν ἄρξας, τῷ ‘τετάρτῳ δὲ καὶ τὴν Ἡρώδου προσειληφὼς, τρεῖς δ’ “ ἐπιλαβὼν τῆς Κλαυδίου Καίσαρος αὐτοκρατορίας.’

ταῦτα τὸν Ἰώσηπον μετὰ τῶν ἄλλων ταῖς θείαις συναληθεύοντα γραφαῖς ἀποθαυμάζω. εἰ δὲ περὶ τὴν τοῦ βασιλέως προσηγορίαν δόξειέ τισι διαφωνεῖν, ἀλλ’ ὅ γε χρόνος καὶ ἡ πρᾶξις τὸν αὐτὸν ὄντα δεί- κνυσιν, ἤτοι κατά τι σφάλμα γραφικὸν ἐνηλλαγμένου

v.4.p.59
τοῦ ὀνόματος, ἢ καὶ διωνυμίας περὶ τὸν αὐτὸν , οἷα καὶ περὶ πολλοὺς, γεγενημένης.

[Nic. H. E. II, 11] Ἐπεὶ δὲ πάλιν ὁ Λουκᾶς ἐν ταῖς Πράξεσιν εἰσάγει τὸν Γαμαλιήλ ἐν τῇ περὶ τῶν ἀποστόλων σκέψει λέγοντα ὡς ἄρα κατὰ τὸν δηλούμενον χρόνον ἀνέστη Θευδᾶς, λέγων ἑαυτὸν εἷναι τινὰ, ὃς κατελύθη, καὶ πάντες ὅσοι ἐπείσθησαν αὐτῷ διελύθησαν, φέρε καὶ τὴν περὶ τούτου παραθώμεθα τοῦ Ἰωσήπου γραφήν.