Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. ΙΙ, 34 — 37] Κραταιουμένης δὲ ἤδη τῷ Νέρωνι τῆς ἀρχῆς , εἰς ἀνοσίους ἐξοκείλας ἐπιτηδεύσεις κατ’ αὐτῆς ὡπλίζετο τῆς εἰς τὸν τῶν ὅλων θεὸν εὐσεβείας. γράφειν μὲν οὑν οἶός τις οὑτος γεγένηται τὴν μοχθηρίαν οὐ τῆς παρούσης γένοιτ΄ ἂν σχολῆς.

πολλῶν γε μὴν τὰ κατ’ αὐτὸν ἀκριβεστάταις παραδεδωκότων διηγήσεσι, πάρεστιν ὅτῳ φίλον ἐξ αὐτῶν τὴν σκαιότητα τῆς τἀνδρὸς ἐκτόπου καταθεωρῆσαι μανίας , καθ’ ἣν, οὐ μετὰ λογισμοῦ, μυρίων ὅσων ἀπωλείας διεξελθὼν ἐπὶ τοσαύτην ἤλασε μιαιφονίαν ὡς μηδὲ τῶν οἰκειοτάτων τε καὶ φιλτάτων ἐπισχεῖν, μητέρα δὲ ὁμοίως καὶ ἀδελφοὺς καὶ γυναῖκα σὺν καὶ ἄλλοις μυρίοις τῷ γένει προσήκουσι τρόπον ἐχθρῶν καὶ πολεμίων ποικίλαις θανάτων ἰδέαις διαχρήσασθαι.

ἐνέδει δὲ ἄρα τοῖς πᾶσι καὶ τοῦτ’ ἐπιγραφῆναι αὐτῷ , ὡς ἂν πρῶτος αὐτοκρατόρων τῆς εἰς τὸ θεῖον εὐσεβείας πολέμιος ἀναδειχθείη.

τούτου δὲ πάλιν ὁ Ῥωμαῖος Τερτυλλιανὸς ὧδέ πως λέγων μνημονεύει “ ἐντύχετε τοῖς “ὑπομνήμασιν ὑμῶν. ἐκεῖ εὑρήσετε πρῶτον Νέρωνα τοῦτο τὸ δόγμα, ἡνίκα μάλιστα ἐν Ῥώμῃ τὴν ἀνατολὴν “πάσαν ὑποτάξας ὠμὸς ἦν εἰς πάντας , διώξαντα. “τοιούτῳ τῆς κολάσεως ἡμῶν ἀρχηγῷ καυχώμεθα. ὁ γὰρ εἰδὼς ἐκεῖνον νοῆσαι δύναται, ὡς οὐκ “ἂν, εἰ μὴ μέγα τι ἀγαθὸν ἦν , ὑπὸ Νέρωνος κατακριθῆναι.“

ταύτῃ γοῦν οὗτος θεομάχος ἐν τοῖς

v.4.p.82
μάλιστα πρῶτος ἀνακηρυχθεὶς ἐπὶ τὰς κατὰ τῶν ἀποστόλων ἐπήρθη σφαγάς. Παῦλος δὴ οὑν ἐπ’ αὐτῆς Ῥώμης τὴν κεφαλὴν ἀποτμηθῆναι, καὶ Πέτρος ὡσαύτως ἀνασκολιπισθῆναι κατ’ αὐτὸν ἱστοροῦνται. καὶ πιστοῦταί γε τὴν ἱστορίαν ἡ Πέτρου καὶ Παύλου εἰς δεῦρο κρατήσασα ἐπὶ τῶν αὐτόθι κοιμητηρίων πρόσρησις.

οὐδὲν δ’ ἧττον καὶ ἐκκλησιαστικὸς ἀνὴρ, Γάϊος ὀνόματι, κατὰ Ζεφυρῖνον Ῥωμαίων γεγονὼς ἐπίσκοπον· ὃς δὴ Πρόκλῳ τῆς κατὰ Φρύγας προϊσταμένῳ γνώμης ἐγγράφως διαλεχθεὶς αὐτὰ δὴ ταῦτα περὶ τῶν τόπων, ἔνθα τῶν εἰρημένων ἀποστόλων τὰ ἱερὰ σκηνώματα κατατέθειται , φησίν “ἐγὼ δὲ τὰ “τρόπαια τῶν ἀποστόλων ἔχω δεῖξαι.

ἐὰν γὰρ θελή- “ σῃς ἀπελθεῖν ἐπὶ τὸν Βατικανὸν , ἢ ἐπὶ τὴν ὁδὸν “τὴν Ὠστίαν, εὑρήσεις τὰ τρόπαια τῶν ταύτην ἱδρυ- “ σαμἐνων τὴν ἐκκλησίαν. ”

ὡς δὲ κατὰ τὸν αὐτὸν ἄμφω καιρὸν ἐμαρτύρησαν , Κορινθίων ἐπίσκοπος Διονύσιος ἐγγράφως Ῥωμαίοις ὁμιλῶν ὧδέ πως παρίστησιν “ ταῦτα καὶ ὑμεῖς διὰ τῆς τοσαύτης νουθεσίας “τὴν ἀπὸ Πέτρου καὶ Παύλου φυτείαν γενηθεῖσαν “ Ῥωμαίων τε καὶ Κορινθίων συνεκεράσατε. καὶ γὰρ “ἄμφω καὶ εἰς τὴν ἡμετέραν Κόρινθον φυτεύσαντες ἡμᾶς ὁμοίως ἐδίδαξαν· ὁμοίως δὲ καὶ εἰς τὴν Ἰτο “ λίαν ὁμόσε διδάξαντες ἐμαρτύρησαν κατὰ τὸν αὐτ’ “ καιρόν.’ καὶ ταῦτα δὲ, ὡς ἂν ἔτι μᾶλλον πιστωθε τὰ τῆς ἱστορίας.