Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[*](29 Ies. 3, 10.)

v.4.p.79
“ ἀναβάντες οὖν κατέβαλον τὸν δίκαιον , καὶ ἔλεγον “ἀλλήλοις, λιθάσωμεν Ἰάκωβον τὸν δίκαιον. καὶ ἤρ- “ξαντο λιθάζειν αὐτὸν, ἐπεὶ καταβληθεὶς οὐκ ἀπέ- “ θανεν, θάνεν, ἀλλὰ στραφεὶς ἔθηκε τὰ γόνατα λέγων, “ καλῶ, κύριε θεὲ πάτερ , ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι “ τί ποιοῦσιν.

οὕτω δὲ καταλιθοβολούντων αὐτὸν “ εἷς τῶν ἱερέων τῶν υἱόν Ῥηχὰβ υἱοῦ Ῥαχαβεὶμ τῶν “ μαρτυρουμένων ὑπὸ Ἱερεμίου τοῦ προφήτου ἔκραζε “ λέγων , παύσασθε· τέ ποιεῖτε; εὔχεται ὑπὲρ ὑμῶν “ ὁ δίκαιος.

καὶ λαβών τις ἀπ’ αὐτῶν εἷς τῶν “γναφέων τὸ ξύλον, ἐν ᾧ ἀπεπίεζε τὰ ἱμάτια, ἤνεγκε “κατὰ τῆς κεφαλῆς τοῦ δικαίου. καὶ οὕτως ἐμαρτύ- “ρησεν. καὶ ἔθαψαν αὐτὸν ἐπὶ τῷ τόπῳ παρὰ τῷ “ ναῷ, καὶ ἔτι αὐτοῦ ἡ στήλη μένει παρὰ τῷ ναῷ. ‘ μάρτυς οὗτος ἀληθὴς Ἰουδαίοις τε καὶ Ἕλλησι γεγέ- “ νηται ὅτι Ἰησοῦς ὁ Χριστός ἐστιν. καὶ εὐθὺς Οὐε- “ σπασιανὸς πολιορκεῖ αὐτούς. ”

ταῦτα διὰ πλάτους συνῳδὰ τῷ Κλήμεντι καὶ ὁ Ἡγήσιππος. οὕτω δὲ ἄρα θαυμάσιός τις ἦν καὶ παρὰ τοῖς ἄλλοις ἅπασιν ἐπὶ δικαιοσύνῃ βεβόητο ὁ Ἰάκωβος ὡς καὶ τοὺς Ἰουδαίων ἔμφρονας δοξάζειν ταύτην εἶναι τὴν αἰτίαν τῆς παρα- χρῆμα μετὰ τὸ μαρτύριον αὐτοῦ πολιορκίας τῆς Ἱερουσαλὴμ, ἣν δι’ οὐδὲν ἕτερον αὐτοῖς συμβῆναι ἢ διὰ τὸ κατ’ αὐτοῦ τολμηθὲν ἄγος.

ἀμέλει γέ τοι καὶ ὁ Ἰώσηπος οὐκ ἀπώκνησε καὶ τοῦτ’ ἐγγράφως ἐπιμαρτύρασθαι δι’ ὧν φησι λέξεων “ ταῦτα δὲ συμβέβηκεν “Ἰουδαίοις κατ’ ἐκδίκησιν Ἰακώβου τοῦ δικαίου , ὃς ‘ ἦν ἀδελφὸς Ἰησοῦ τοῦ λεγομένου Χριστοῦ, ἐπειδήπερ δικαιότατον αὐτὸν ὄντα οἱ Ἰουδαῖοι ἀπέκτειναν.”