Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. II, 26] Ἑξῆς δὲ τούτοις ἐπιφέρει μεθ’ ἕτερα λέγων μείζονι δὲ τούτων πληγῇ Ἰουδαίους ἐκάκωσεν ὁ Αἰγύπτιος ψευδοπροφήτης. παραγενόμενος γὰρ εἰς τὴν χώραν ἄνθρωπος γόης , καὶ “ προφήτου πίστιν ἐπιθεὶς ἑαυτῷ, περὶ τρισμυρίους μὲν ἀθροίζει τῶν ἠπατημένων , περιαγαγὼν δ’ αὐτοὺς ἐκ τῆς ἐρημίας εἰς τὸ ἐλαιῶν καλούμενον ὅρος ἐκεῖθεν οἶός τε ἦν εἰς Ἱεροσόλυμα παρελθεῖν βιάζεσθαι, καὶ κρατήσας τῆς τε Ῥωμαϊκῆς φρουρᾶς καὶ τοῦ δήμου τυραννεῖν , χρώμενος τοῖς συνεισπεσοῦσι [*](9 loseph. B. I. II, 13, 3. 23 loseph. B. I. II, 13, 5.)

v.4.p.74
“δορυφόροις.

φθάνει δ’ αὐτοῦ τὴν ὁρμὴν Φῆλιξ, “ὑπαντήσας μετὰ τῶν Ῥωμαϊκῶν ὁπλιτῶν. καὶ πᾶς “ ὁ δῆμος συνεφήψατο τῆς ἀμύνῃς, ὥστε συμβολῆς “γενομένης τὸν μὲν Αἰγύπτιον φυγεῖν μετ’ ὀλίγων, “ διαφθαρῆναι δὲ καὶ ζωγρηθῆναι πλείστους τῶν σὺν

ταῦτα ἐν τῇ δευτέρᾳ τῶν ἱστοριῶν ὁ Ἰώσηπος· ἐπιστῆσαι δὲ ἄξιον τοῖς ἐνταῦθα κατὰ τὸν Αἰγύπτιον δεδηλωμένοις καὶ τοῖς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων. ἔνθα τὰ κατὰ Φήλικα πρὸς τοῦ ἐν Ἱεροσολύμοις χιλιάρχου εἴρηται τῷ Παύλῳ , ὁπηνίκα κατεστασίαζεν αὐτοῦ τὸ τῶν Ἰουδαίων πλῆθος· οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν ἐν τῇ ἐρήμῳ τοὺς τετρα- κισχιλίους ἄνδρας τῶν σικαρίων;’’ ἀλλὰ τὰ μὲν κατὰ Φήλικα τοιαῦτα.