Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. II, 11] Ἐπεὶ δὲ πάλιν ὁ Λουκᾶς ἐν ταῖς Πράξεσιν εἰσάγει τὸν Γαμαλιήλ ἐν τῇ περὶ τῶν ἀποστόλων σκέψει λέγοντα ὡς ἄρα κατὰ τὸν δηλούμενον χρόνον ἀνέστη Θευδᾶς, λέγων ἑαυτὸν εἷναι τινὰ, ὃς κατελύθη, καὶ πάντες ὅσοι ἐπείσθησαν αὐτῷ διελύθησαν, φέρε καὶ τὴν περὶ τούτου παραθώμεθα τοῦ Ἰωσήπου γραφήν.

ἱστορεῖ τοίνυν αὖθις κατὰ τὸν ἀρτίως δεδηλωμένον αὐτοῦ λόγον αὐτὰ δὴ ταῦτα κατὰ λέξιν “ Φάδου δὲ τῆς Ἰουδαίας ἐπιτροπεύοντος γόης “ τις ἀνὴρ, Θευδᾶς ὀνόματι, πείθει τὸν πλεῖστον ὄχλον “ ἀναλαβόντα τὰς κτήσεις ἕπεσθαι πρὸς τὸν Ἰορδάνην “ποταμὸν αὐτῷ. προφήτης γὰρ ἔλεγεν εἶναι, καὶ προστάγματι τὸν ποταμὸν σχίσας δίοδον ἔφη παρέ- “ ξειν αὐτοῖς ῥᾳδίαν. καὶ ταῦτα λέγων πολλοὺς ἠπά- “ τησεν.

οὐ μὴν εἴασεν αὐτοὺς τῆς ἀφροσύνης ὄνα- ‘σθαι Φάδος, ἀλλ’ ἐξέπεμψεν ἴλην ἱππέων ἐπ’ αὐτοὺς, ‘ἥτις ἀπροσδόκητος ἐπιπεσοῦσα πολλοὺς μὲν ἀνεῖλε, “πολλοὺς δὲ ζῶντας ἔλαβεν· αὐτόν τε τὸν Θευδᾶν ζωγρήσαντες ἀποτέμνουσι τὴν κεφαλὴν καὶ κομίζου- “ σιν εἰς Ἱεροσόλυμα.’’ τούτοις ἑξῇ καὶ τοῦ κατὰ Κλαύδιον λιμοῦ γενομένου μνημονεύει ὧδέ πως·