Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. II, 13] Τὰ δέ γε τῆς κατὰ τῶν ἀποστόλων ἐγχειρήσεως τοῦ βασιλέως οὐκέτ᾿ ἀναβολῆς εἴχετο, ἀλλά γέ τοι αὐτὸν ὁ τῆς θείας δίκης τιμωρὸς διάκονος μετῄει, παραυτίκα μετὰ τὴν τῶν ἀποστόλων ἐπιβουλὴν, ὡς ἡ τῶν Πράξεων ἱστορεῖ γραφὴ, ὁρμήσαντα μὲν ἐπὶ τὴν Καισάρειαν, ἐν ἐπισήμῳ δ᾿ ἐνταῦθα ἑορτῆς ἡμέρᾳ λαμπρᾷ καὶ βασιλικῇ κοσμησάμενον ἐσθῆτι, ὑψηλόν τε πρὸ βήματος δημηγορήσαντα· τοῦ γάρ τοι δήμου παντὸς ἐπευφημήσαντος [*](13 Act. 12, 3. 26 Act. 12, 20.)

v.4.p.57
τῇ δημηγορίᾳ , ὡς ἐπὶ θεοῦ φωνῇ καὶ οὐκ ἀνθρώπου, παραχρῆμα τὸ λόγιον πατάξαι αὐτὸν ἄγγελον κυρίου ἱστορεῖ , γενόμενόν τε σκωληκόβρωτον ἐκψῦξαι.

θαυμάσαι δ’ ἄξιον τῆς περὶ τὴν θείαν γραφὴν καὶ ἐν τῷδε τῷ παραδόξῳ συμφωνίας τὴν τοῦ Ἰωσήπου ἱστορίαν, καθ’ ἣν ἐπιμαρτυρῶν τῇ ἀληθείᾳ δῆλός ἐστιν ἐν τόμῳ τῆς ἀρχαιολογίας ἐννεακαιδεκάτῳ , ἔνθα αὐτοῖς γράμμασιν ὧδέ πως τὸ θαῦμα διηγεῖται

“τρίτον “ ἔτος αὐτῷ βασιλεύοντι τῆς ὅλης Ἰουδαίας πεπλήρωτο, καὶ παρῆν εἰς πόλιν Καισάρειαν, ἣ τὸ πρότρερον Στράτωνος πύργος ἐκαλεῖτο. συνετέλει δ’ ἐνταυθα θεωρίας εἰς τὴν Καίσαρος τιμὴν, ὑπὲρ τῆς ἐκείνου σωτηρίας ἑορτήν τινα ταύτην ἐπιστάμενος. καὶ παρ’ αὐτὴν ἤθροιστο τῶν κατὰ τὴν ἐπάρχιον ἐν ‘ καὶ προβεβηκότων εἰς ἀξίαν πλῆθος.

δευτέρᾳ δὲ τῶν θεωριῶν ἡ̣μέρᾳ στολὴν ἐνδυσάμενος ἐξ ἁ πεποιημένην πᾶσαν , ὡς θαυμάσιον ὑφὴν εἶναι, παρῆλθεν εἰς τὸ θέατρον ἀρχομένης ἡμέραςἔνθα ταῖς πρώταις τῶν ἡλιακῶν ἀκτίνων ἐπιβολαῖς “ ὁ ἄργυρος καταυγασθεὶς θαυμασίως ἀπέστιλβε, μαρ- “ μαίρων τι φοβερὸν καὶ τοῖς εἰς αὐτὸν ἀτενίζουσι φρικῶδες.