Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

Νώ. H. E. VII, 45-46] Τούτῳ μὲν οὖν ἄνωθεν ἐξ οὐρανοῦ καρπὸν εὐσεβείας ἐπάξιον, τὰ τρόπαια τῆς κατὰ τῶν ἀσεβῶν παρεῖχε νίκης, τὸν δ’ ἀλιτήριον, αὐτοῖς συμβούλοις ἅπασι καὶ φίλοις,

v.4.p.487
ὑπὸ τοῖς Κωνσταντίνου ποσὶ πρηνῆ κατέβαλεν.

ὡς γὰρ εἰς ἔσχατα μανίας τὰ κατ’ αὐτὸν ἤλαυνεν, οὐκέτ’ ἀνεκτὸν εἶναι λογισάμενος βασιλεὺς ὁ τῷ θεῷ φίλος, τὸν σώφρονα συναγαγὼν λογισμὸν, καὶ τὸν στερρὸν τοῦ δικαίου τρόπον φιλανθρωπίᾳ κερασάμενος, ἄσμενος ἐπαμῦναι κρίνει τοῖς ὑπὸ τῷ τυράννῳ ταλαιπωρουμένοις, καὶ τό γε πλεῖστον ἀνθρώπων γένος, βραχεῖς λυμεῶνας ἐκποδὼν ποιησάμενος, ἀνασώσασθαι ὁρμᾶται.

μόνῃ γὰρ αὐτῷ χρωμένῳ φιλανθρωπίᾳ τὸν πρὸ τούτου χρόνον, καὶ τὸν οὐ συμπαθείας ἄξιον ἐλεοῦντι, τῷ μὲν οὐδὲν ἐγίνετο πλέον, τῆς κακίας οὐκ ἀπαλλαττομένῳ, αὔξοντι δὲ μᾶλλον τὴν κατὰ τῶν ὑποχειρίων ἐθνῶν λύτταν, τοῖς δὲ κακουμένοις οὔτις ἐλείπετο σωτηρίας ἐλπὶς, ὑπὸ δεινῷ θηρίῳ καταπονουμένοις.

διὸ δὴ τῷ φιλαγάθῳ μίξας τὸ μισοπόνηρον ὁ τῶν ἀγαθῶν ἀρωγὸς, πρόεισιν ἅμα παιδὶ Κρίσπῳ βασιλεῖ φιλανθρωποτάτῳ, σωτήριον δεξιὰν ἅπασι τοῖς ἀπολλυμένοις ἐκτείνας· εἶθ’ οἷα παμβασιλεῖ θεῷ, θεοῦ παιδὶ σωτῆρι ἁπάντων ποδηγῷ καὶ συμμάχῳ χρώμενοι, πατὴρ ἅμα καὶ υἱὸς, ἄμφω κύκλῳ διελόντες τὴν κατὰ τῶν θεομισῶν παράταξιν, ῥᾳδίαν τὴν νίκην ἀποφέρονται, τῶν κατὰ τὴν συμβολὴν πάντων ἐξευμαρισθέντων αὐτοῖς ὑπὸ τοῦ θεοῦ κατὰ γνώμην.

ἀθρόως δῆτα καὶ λόγου θάττον οἱ μὲν χθὲς καὶ πρὸ ἡμέρας θανάτου πνέοντες καὶ ἀπειλῆς οὐκέτ’ ἦσαν, οὐδὲ μέχρις ὀνόματος μνημονευόμενοι· γραφαί τε αὐτῶν καὶ τιμαὶ τὴν ἀξίαν αἰσχύνην ἀπελάμβανον. καὶ ἃ τοῖς πάλαι δυσσεβέσι τυράννοις ἐνεῖδεν αὐτοῖς ὀφθαλμοῖς Λικίννιος, ταῦτα ὁμοίως καὶ αὐτὸς ἔπασχεν, ὅτι μηδ’ αὐτὸς ἐδέξατο ὢ παιδείαν, μηδὲ ταῖς τῶν πέλας ἐσωφρονίσθη μάστιξι, τὴν ὁμοίαν δ’ ἐκείνοις τῆς ἀσεβείας μετελθὼν ὁδὸν,

v.4.p.488
ἐπὶ τὸν ἴσον αὐτοῖς ἐνδίκως περιηνέχθη κρημνόν.

ἀλλ’ οὗτος μὲν ταύτῃ πη βεβλημένος ἔκειτο, ὁ δ’ ἀρετῇ πάσῃ θεοσεβείας ἐκπρέπων μέγιστος νικητὴς Κψνσταντῖνος σὺν παιδὶ Κρίσπῳ βασιλεῖ θεοφιλεστάτῳ καὶ κατὰ πάντα τοῦ πατρὸς ὁμοίῳ τὴν οἰκείαν ἑῴαν ἀπελάμβανον, καὶ μίαν ἡνωμένην τὴν Ῥωμαίων κατὰ τὸ παλαιὸν παρεῖχον ἀρχὴν, τὴν ἀπ’ ἀνίσχοντος ἡλίου πᾶσαν ἐν κύκλῳ κατὰ θάτερα τῆς οἰκουμένης, ἄρκτον τε ὁμοῦ καὶ μεσημβρίαν, εἰς ἔσχατα δυομένης ἡμέρας ὑπὸ τὴν αὐτῶν ἄγοντες εἰρήνην.

ἀφῄρητο δ’ οὖν ἐξ ἀνθρώπων πᾶν δέος τῶν πρὶν αὐτοὺς πιεζόντων, λαμπρὰς δ’ ἐτέλουν καὶ πανηγυρικὰς ἑορτῶν ἡμέρας· ἦν δὲ φωτὸς ἔμπλεα πάντα, καὶ μειδιῶσι προσώποις, ὄμμασί τε φαιδροῖς οἱ πρὶν κατηφεῖς ἀλλήλους ἔβλεπον, χορεῖαι δ’ αὐτοῖς καὶ ὕμνοι κατὰ πόλεις ὁμοῦ καὶ ἀγρούς· τὸν παμβασιλέα θεὸν πρώτιστα πάντων, ὅτι δὴ τοῦτ’ ἐδιδάχθησαν, κἄπειτα τὸν εὐσεβῆ βασιλέα παισὶν ἅμα θεοφιλέσιν ἐγέραιρον.

κακῶν δ’ ἀμνηστία παλαιῶν ἦν, καὶ λήθη πάσης δυσσεβείας, παρόντων δ’ ἀγαθῶν ἀπόλαυσις, καὶ προσέτι μελλόντων προσδοκίαι. ἥπλωντο δ’ οὖν κατὰ πάντα τόπον τοῦ νικητοῦ βασιλέως φιλανθρωπίας ἔμπλεοι διατάξεις, νόμοι τε μεγαλοδωρεᾶς καὶ ἀληθοῦς εὐσεβείας γνωρίσματα περιέχοντες.

οὕτω δῆτα πάσης τυραννίδος ἐκκαθαρθείσης, μόνοις ἐφυλάττετο τὰ τῆς προσηκούσης βασιλείας βέβαιά τε καὶ ἀνεπίφθονα Κωνσταντίνῳ καὶ τοῖς αὐτοῦ παισὶν, οἳ τῶν πρόσθεν πάντων ἀποσμήξαντες τὴν θεοστυγίαν τοῦ βίου, τῶν ἐκ θεοῦ πρυτανευθέντων ἀγαθῶν αὐτοῖς ᾐσθημένοι, τὸ φιλάρετον καὶ θεοφιλὲς τότε πρὸς τὸ θεῖον εὐσεβὲς καὶ εὐχάριστον δι’ ὧν εἰς προῦ- πτον ἅπασιν ἀνθρώποις παρέσχον ὁρᾶν ἐπεδείξαντο.