Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
[Nic. Η. E. VII, 42] Ἀντίγραφον βασιλικῆς ἐπιστολῆς, δι’ ἧς τοὺς προεστῶτας τῶν ἐκκλησιῶν πάσης ἀπολελύσθαι τῆς περὶ τὰ πολιτικὰ λειτουργίας προστάττει.
“Χαῖρε, Ἀνυλῖνε, τιμιώτατε ἡμῖν ἐπειδὴ ἐκ πλειόνων πραγμάτων φαίνεται, παρεξουθενηθεῖσαν τὴν θρησκείαν, ἐν ᾗ ἡ κορυφαία τῆς ἁγιωτάτης ἐπουρανίου αἰδὼς φυλάττεται, μεγάλους κινδύνους ἐνηνοχέναι τοῖς δημοσίοις πράγμασιν, αὐτήν τε ταύτην ἐνθέσμως ἀναληφθεῖσαν καὶ φυλαττομένην μέγίστην εὐτυχίαν τῷ Ῥωμαϊκῷ ὀνόματι, καὶ σύμπασι τοῖς τῶν ἀνθρώπων πράγμασιν ἐξαίρετον εὐδαιμονίαν παρεσχηκέναι, τῶν θείων εὐεργεσιῶν τοῦτο παρεχουσῶν, ἔδοξεν ἐκείνους τοὺς ἄνδρας τοὺς τῇ ὀφειλομένη ἁγιότητι καὶ τῇ τοῦ νόμου τούτου παρεδρίᾳ τὰς ὑπηρεσίας τὰς ἐξ ἑαυτῶν τῇ τῆς θείας θρησκείας θεραπείᾳ παρ’ ἔχοντ’ ἃς, τῶν καμάτων τῶν ἰδίων τὰ ἔπαθλα κομίσασθαι, Ἀνυλῖνε τιμιώτατε.
διόπερ ἐκείνους τοὺς εἴσω τῆς ἐπαρχίας τῆς σοι πεπιστευμένης ἐν τῇ καθολικῇ ἐκκλησίᾳ, ᾗ Καικιλιανὸς ἐφέστηκε, τὴν ἐξ ἑαυτῶν ὑπηρεσίαν τῇ ἁγίᾳ ταύτῃ θρησκείᾳ παρέχοντας, οὕσπερ κληρικοὺς ἐπονομάξειν εἰώθασιν, ἀπὸ πάντων ἁπαξαπλῶς τῶν