Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

Τῇ’ δ’ ἐπὶ τὴν ἀρχὴν μετὰ τὸν Ἡρώδην τοῦ Ἀρχελάου καταστάσει συνᾴδει καὶ ὁ προειρημένος ἱστορικὸς, τόν τε τρόπον ἀναγράφων, καθ’ ὃν ἐκ διαθηκῶν Ἡρώδου τοῦ πατρὸς , ἐπικρίσεως τε Καίσαρος Αὐγούστου , τὴν κατὰ Ἰουδαίων βασιλείαν διεδέξατο, καὶ ὡς τῆς ἀρχῆς μετὰ δεκαέτη χρόνον ἀποπεσόντος οἱ ἀδελφοὶ Φίλιππός τε καὶ ὁ νέος Ἡρώδης ἅμα Λυσανίᾳ τὰς ἑαυτῶν διεῖπον τετραρχίας.

ὁ δ’ αὐτὸς ἐν ὀκτωγαιδεκάτῳ τῆς ἀρχαιολογίας κατὰ τὸ δωδέκατον ἔτος τῆς Τιβερίου βασιλείας (τοῦτον γὰρ τὴν καθ’ ὅλων ἀρχὴν διαδέξασθαι ἑπτὰ ἐπὶ πεντήκοντα ἔτεσι τὴν ἡγεμονίαν ἐπικρατήσαντος Αὐγοὐστου) Πόντιον Πιλᾶτον ἐπιτραπῆναι δηλοῖ τὴν ᾿Ιουδαίαν, ἐνταῦθα δὲ ἐφ’ ὅλοις ἔτεσι δέκα σχεδὸν εἶς αὐτὴν παραμεῖναι τὴν Τιβερίου τελευτήν.

οὐκοῦν σαφῶς ἀπελήλεγκται τὸ πλάσμα τῶν κατὰ τοῦ σωτῆρος ἡμῶν ὑπομνήματα χθὲς καὶ πρώην διαδεδωκότων, ἐν οἷς πρῶτος αὐτὸς ὁ τῆς παρασημειώσεως χρόνος τῶν πεπλακότων ἀπελέγχει τὸ ψεῦδος

ἐπὶ τῆς τετάρτης γοῦν ὑπατείας Τιβερίου , ἣ γέγονεν ἔτους ἑβδόμου τῆς βασιλείας αὐτοῦ , τὰ περὶ τὸ σωτήριον πάθος αὐτοῖς τολμηθέντα περιέχει, καθ’ ὃν δείκνυται χρόνον μηδ’ ἐπιστάς πω τῇ Ἰουδαίᾳ Πιλᾶτος, εἴ γε τῷ Ἰωσήπῳ μάρτυρι χρήσασθαι δέον, σαφῶς [*](2 Matth. 2, 22. 8 A. I. XVII, 8. B. I. I, 33, 9. 18 A. I. XVIII, 2, 2.)

v.4.p.34
οὕτω σημαίνοντι κατὰ τὴν δηλωθεῖσαν αὐτοῦ γραφὴν ὅτι δὴ δωδεκάτῳ ἐνιαυτῷ τῆς Τιβερίου βασιλείας ἐπίτροπος τῆς Ἰουδαίας ὑπὸ Τιβερίου καθίσταται Πιλᾶτος.