Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
ἐπεὶ οὖν οἱ τῇ γενεα- “λογίᾳ ταύτῃ ἐμφερόμενοι οἱ μὲν διεδέξαντο παῖς πα- “τέρα γνησίως, οἱ δὲ ἑτέροις μὲν ἐγεννήθησαν, ἑτέ- “ροις δὲ προσετέθησαν κλήσει, ἀμφοτέρων γέγονεν ἡ “μνήμη, καὶ τῶν γεγεννηκότων καὶ τῶν ὡς γεγεν- “νηκότων.
οὕτως οὐδέτερον τῶν εὐαγγελίων ψεύδε- “ται, καὶ φύσιν ἀριθμοῦν καὶ νόμον· ἐπεπλάκη γὰρ “ἀλλήλοις τὰ γένη, τό τε ἀπὸ τοῦ Σολομῶνος καὶ τὸ “ἀπὸ τοῦ Νάθαν, ἀναστάσεσιν ἀτέκνων καὶ δευτερο- “γαμίαις καὶ ἀναστάσει σπερμάτων, ὡς δικαίως τοὺς “αὐτοὺς ἄλλοτε ἄλλων νομίζεσθαι, τῶν μὲν δοκούν- “των πατέρων, τῶν δὲ ὑπαρχόντων· ὡς ἀμφοτέρας “τὰς διηγήσεις κυρίως ἀληθεῖς οὔσας ἐπὶ τὸν Ἰωσὴφ “πολυπλόκως μὲν, ἀλλ᾿ ἀκριβῶς κατελθεῖν.
ἵνα “δὲ σαφὲς ᾖ τὸ λεγόμενον, τὴν ἐπαλλαγὴν τῶν γενῶν “διηγήσομαι. ἀπὸ τοῦ Δαβὶδ διὰ Σολομῶνος τὰς γε- “νεὰς καταριθμουμένοις τρίτος ἀπὸ τέλους εὑρίσκεται “Ματθὰν, ὃς ἐγέννησε τὸν Ἰακὼβ τοῦ Ἰωσὴφ τὸν “πατέρα· ἀπὸ δὲ Νάθαν τοῦ Δαβὶδ κατὰ Λουκᾶν “ὁμοίως τρίτος ἀπὸ τέλους Μελχὶ, οὗ υἱὸς ὁ Ἡλὶ ὁ “τοῦ Ἰωσὴφ πατήρ· Ἰωσὴφ γὰρ υἱὸς Ἡλὶ τοῦ Μελχί. “
σκοποῦ τοίνυν ἡμῖν κειμένου τοῦ Ἰωσὴφ ἀποδει- “κτέον πῶς ἑκάτερος αὐτοῦ πατὴρ ἱστορεῖται, ὅ τε “Ἰακὼβ ὁ ἀπὸ Σολομῶνος καὶ Ἡλὶ ὁ ἀπὸ τοῦ Νάθαν [*](23 Matth. 1, 15. 25 Luc. 3, 23.)
καὶ δὴ οὖν ὅ τε Ματθὰν καὶ ὁ Μελχὶ ἐν μέρει “τὴν αὐτὴν ἀγαγόμενοι γυναῖκα ὁμομητρίους ἀδελ- “φοὺς ἐπαιδοποιήσαντο, τοῦ νόμον μὴ κωλύοντος “χηρεύουσαν ἤτοι ἀπολελυμένην ἢ καὶ τελευτήσαντος “τοῦ ἀνδρὸς ἄλλῳ γαμεῖσθαι.
ἐκ δὲ τῆς Ἐσθᾶ “(τοῦτο γὰρ καλεῖσθαι τὴν γυναῖκα παραδέδοται) “πρῶτος Ματθὰν ὁ ἀπὸ τοῦ Σολομῶνος τὸ γένος κατά- “γων τὸν Ἰακὼβ γεννᾷ· καὶ τελευτήσαντος τοῦ Ματ- “θὰν Μελχὶ ὁ ἐπὶ τὸν Νάθαν κατὰ γένος ἀναφερό- “μενος χηρεύουσαν ἐκ μὲν τῆς αὐτῆς φυλῆς, ἐξ ἄλλου “δὲ γένους ὢν, ὡς προεῖπον, ἀγαγόμενος αὐτὴν ἔσχεν “υἱὸν τὸν Ἡλί.
οὕτω δὴ διαφόρων δύο γενῶν εὑρή- “σομεν τόν τε Ἰακὼβ καὶ τὸν Ἠλὶ ὁμομητρίους ἀδελ- “φοὺς, ὧν ὁ ἓτερος Ἰακὼβ, ἀτέκνου τοῦ ἀδελφοῦ τελευτήσαντος Ἡλὶ, τὴν γυναῖκα παραλαβὼν ἐγέν- “νησεν ἐξ αὐτῆς τρίτον τὸν Ἰωσὴφ, κατὰ φύσιν μὲν “ἑαυτῷ καὶ κατὰ λόγον· διὸ καὶ γέγραπται ῾Ἰακὼβ “δὲ ἐγέννησε τὸν Ἰωσήφ,’ κατὰ νόμον δὲ τοῦ Ἡλὶ “υἱὸς ἦν· ἐκείνῳ γὰρ ὁ Ἰακὼβ ἀδελφὸς ὢν ἀνέστησ᾿ “σπέρμα.
διόπερ οὐκ ἀκυρωθήσεται καὶ ἡ κατ᾿ “αὐτὸν γενεαλογία, ἣν Ματθαῖος μὲν ὁ εὐαγγελιστης “ἐξαριθμούμενος ῾Ἰακὼβ δὲ᾿ φησίν ῾ ἐγέννησε τὸν “Ἰωσήφ·’ ὁ δὲ Λουκᾶς ἀνάπαλιν ῾ὃς ἦν υἱὸς , ὡς “ἐνομίζετο (καὶ γὰρ τοῦτο προστίθησι) τοῦ Ἰωσὴφ “τοῦ Ἡλὶ τοῦ Μελχί·᾿ τὴν γὰρ κατὰ νόμον γένεσιν “ἐπισημότερον οὐκ ἦν ἐξειπεῖν. καὶ τὸ “ἐγέννησεν” [*](21 Matth. 1, 16. 27 Luc. 3, 1.)
οὐδὲ μὴν ἀναπόδεικτον ἢ ἐσχε- “διασμένον ἐστὶ τοῦτο· τοῦ γοῦν σωτῆρος οἱ κατὰ “σάρκα συγγενεῖς, εἴτ᾿ οὖν φανητιῶντες εἴθ᾿ ἁπλῶς “ἐκδιδάσκοντες, πάντως δὲ ἀληθεύοντες, παρέδοσαν “καὶ ταῦτα, ὡς Ἰδουμαῖοι λῃσταὶ Ἀσκάλωνι πόλει τῆς “Παλαιστίνης ἐπελθόντες ἐξ εἰδωλείου Ἀπόλλωνος, ὃ “πρὸς τοῖς τείχεσιν ἵδρυτο, Ἀντίπατρον Ἡρώδου τινὸς “ἱεροδούλου παῖδα πρὸς τοῖς ἄλλοις σύλοις αἰχμάλω- “τον ἀπῆγον, τῷ δὲ λύτρα ὑπὲρ τοῦ υἱοῦ καταθέσθαι “μὴ δύνασθαι τὸν ἱερέα ὁ Ἀντίπατρος τοῖς τῶν Ἰδου- “μαίων ἔθεσιν ἐντραφεὶς ὕστερον Ὑρκανῷ φιλοῦται “τῷ τῆς Ἰουδαίας ἀρχιερεῖ.
πρεσβεύσας δὲ πρὸς “Πομπήιον ὑπὲρ τοῦ Ὑρκανοῦ, καὶ τὴν βασιλείαν “ἐλευθερώσας αὐτῷ ὑπὸ Ἀριστοβούλου τοῦ ἀδελφοῦ “περικοπτομένην, αὐτὸς ηὐτύχησεν ἐπιμελητὴς τῆς “Παλαιστίνης χρηματίσας· διαδέχεται δὲ τὸν Ἀντί- “πατρον φθόνῳ τῆς πολλῆς εὐτυχίας δολοφονηθέντα “υἱὸς Ἡρώδης, ὃς ὕστερον ὑπ᾿ Ἀντωνίου καὶ τοῦ “Αὐγούστου συγκλήτου δόγματι τῶν Ἰουδαίων ἐκρίθη “βασιλεύειν· οὗ παῖδες Ἡρώδης οἵ τ᾿ ἄλλοι τετράρ- “χαι. ταῦτα μὲν δὴ κοινὰ καὶ ταῖς Ἑλλήνων ἱστο- “ρίαις.
ἀναγράπτων δὲ εἰς τότε ἐν τοῖς ἀρχείοις “ὄντων τῶν Ἑβραϊκῶν γενῶν, καὶ τῶν ἀρχιπροση- “λύτων ἀναφερομένων ἕως Ἀχιὼρ τοῦ Ἀμμανίτου καὶ “῾Ροὺθ τῆς Μωαβίτιδος, τῶν τε ἀπ᾿ Αἰγύπτου συνεκ- “πεσόντων ἐπιμίκτων, ὁ Ἡρώδης οὐδέν τι συμβαλ- “λομένου τοῦ τῶν Ἰσραηλιτῶν γένους αὐτῷ, καὶ τῷ “συνειδότι τῆς δυσγενείας κρουόμενος, ἐνέπρησεν αὐ- “τῶν τὰς ἀναγραφὰς τῶν γενῶν, οἰόμενος εὐγενὴς “ἀναφανεῖσθαι τῷ μηδὲ ἄλλον ἔχειν ἐκ δημοσίου συγ-
ὀλίγοι δὴ τῶν ἐπιμελῶν ἰδιωτικὰς “ ἑαυτοῖς ἀπογραφὰς, ἢ μνημονεύσαντες τῶν ὀνομάτων, “ἢ ἄλλως ἔχοντες ἐξ ἀντ’ ἀντιγράφων, ἐναβρύνονται, σωζομένης τῇ μνήμῃ τῆς εὐγενείας· ὣν ἐτύγχανον οἶ “ προειρημένοι δεσπόσυνοι καλούμενοι , διὰ τὴν πρὸς “ τὸ σωτήριον γένος συνάφειαν , ἀπό τε Ναζάρων καὶ Κωχαβὰ κωμῶν Ἰουδαϊκῶν τῇ λοιπῇ γῇ “σαντες, καὶ τὴν προκειμένην γενεαλογίαν ** ἐκ τε τῆς “ βίβλου τῶν ἡμερῶν εἰς ὅσον ἐξικνοῦντο εξηγησά- “ μένοι.
εἴτ’ οὖν οὕτως εἴτ’ ἄλλως ἔχει, σαφε- “ στἐραν ἐξήγησιν οὐκ ἂν ἔχοι τις ἄλλος ἐξευρεῖν, ὡς “ ἔγωγε νομίζω πᾶς τε ὃς εὐγνώμων τυγχάνει. καὶ “ αὕτη μελέτω, εἰ καὶ μὴ ἐμμάρτυρός ἐστι, τῷ “ μὴ κρείττονα ἢ ἀληθεστέραν ἔχειν εἰπεῖν. τό γέ τοι εὐαγγέλιον πάντως ἀληθεύει.’’
καὶ ἐπὶ τέλει δὲ τῆς αὐτῆς ἐπιστολῆς προστίθησι ταῦτα · Ματθὰν ὁ ἀπὸ Σολομῶνος ἐγέννησε τὸν Ἰακώβ. “ Ματθὰν ἀποθανόντος Μελχὶ ὁ ἀπὸ Νάθαν ἐκ τῆς αὐτῆς γυ- “ναικὸς ἐγέννησε τὸν Ἠλὶ. ὁμομήτριοι ἄρα ἀδελφοὶ “Ἡλὶ καὶ Ἰακώβ. Ἠλὶ ἀτέκνου ἀποθανόντος ὁ Ἰακὼβ “ἀνέστησεν αὐτῷ σπέρμα, γεννήσας τὸν Ἰωσὴφ, κατὰ “ φύσιν μὲν ἑαυτῷ, κατὰ νόμον δὲ τῷ Ἡλί. οὕτως “ ἀμφοτέρων υἱὸς ἦν ὁ Ἰωσήφ.’’ τοσαῦτα ὁ ᾿Αφρικανός.
καὶ δὴ τοῦ Ἰωσὴφ ὧδέ πως γενεαλογουμένου, δυνάμει καὶ ἡ Μαρία σὺν αὐτῷ πέφηνεν ἐκ τῆς αὐτῆς οὖσα φυλῆς , εἴ γε κατὰ τὸν Μωυσέως νόμον οὐκ ἐξῆν ἑτέραις ἐπιμίγνυσθαι φυλαῖς· ἑνὶ γὰρ τῶν [*](19 Ματθὰν — ] Haec qnoque in Eusebii Quaest ad Steph. 1. c. p. 23.)
[Nic. H. E. I, 12—15] Ἀλλὰ γὰρ τοῦ Χριστοῦ γεννηθέντος ταῖς προφητείαις ἀκολούθως ἐν Βηθλεὲμ τῆς Ἰουδαίας κατὰ τοὺς δεδηλωμένους χρόνους, Ἡρώδης ἐπὶ τῇ τῶν ἐξ ἀνατολῆς μάγων ἀνερωτήσει, ὅπη εἴη διαπυνθανομένων ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων, ἑωρακέναι γὰρ αὐτοῦ τὸν ἀστέρα, καὶ τῆς τοσῆσδε πορείας τοῦτ᾿ αἴτιον αὐτοῖς γεγονέναι, οἷα θεῷ προσκυνῆσαι τῷ τεχθέντι διὰ σπουδῆς πεποιημένοις, οὐ σμικρῶς ἐπὶ τῷ πράγματι ἅτε κινδυνευούσης, ὥς γε δὴ ᾤετο, αὐτῷ τῆς ἀρχῆς διακινηθεὶς, πυθόμενος τῶν παρὰ τῷ ἔθνει νομοδιδασκάλων ποῦ τὸν Χριστὸν γεννηθήσεσθαι προσδοκῷεν, ὡς ἔγνω τὴν Μιχαίου προφητείαν ἐν Βηθλεὲμ προαναφωνοῦσαν, ἑνὶ προστάγματι τοὺς ὑπομαζίους ἔν τε τῇ Βηθλεὲμ καὶ πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω παῖδας κατὰ τὸν ἀπηκριβωμένον αὐτῷ χρόνον παρὰ τῶν μάγων ἀναιρεθῆναι προστάττει, πάντως που καὶ τὸν Ἰησοῦν, ὥς γε ἦν εἰκὸς, τῆς αὐτῆς τοῖς ὁμήλιξι συναπολαῦσαι συμφορᾶς οἰόμενος.
φθάνει γε μὴν τὴν ἐπιβουλὴν εἰς Αἴγυπτον διακομισθεὶς ὁ παῖς, δι᾿ ἐπιφανείας ἀγγέλου τὸ μέλλον προμεμαθηκότων αὐτοῦ τῶν γονέων. ταῦτα μὲν οὖν καὶ ἡ ἱερὰ τοῦ εὐαγγελίου διδάσκει γραφή.
ἄξιον δ᾿ ἐπὶ τούτοις συνιδεῖν τἀπίχειρα τῆς Ἡρώδου κατὰ τοῦ Χριστοῦ καὶ τῶν ὁμηλίκων αὐτῷ τόλμης, ὡς παραυτίκα, μηδὲ σμικρᾶς ἀναβολῆς γεγενημένης, ἡ [*](2 Num. 36, 6. 17 Mich. 5, 2.)
ὡς μὲν οὑν τὰς κατὰ τὴν βασιλείαν αὐτῷ νομισθείσας εὐπραγίαις κατὰ τὸν οἶκον ἐπαλλήλοις ἠμαύρωσε συμφοραῖς , γυναι- κὸς καὶ τέκνων καὶ τῶν λοιπῶν τῶν μάλιστα πρὸς γένους ἀναγκαιοτάτων τε καὶ φιλτάτων μιαιφο- νίαις, οὐδὲ οἷόν τε νῦν καταλέγειν, τραγικὴν ἃπασαν δραματουργίαν ἐπισκιαζούσης τῆς περὶ τούτων ὑποθέσεως , ἣν εἰς πλάτος ἐν ταῖς καθ’ αὑτὸν ἱστορίαις ὁ Ἰώσηπος διελήλυθεν.
ὡς δ’ ἅμα τῇ κατὰ τοῦ σωτῆρος ἡμῶν καὶ τῶν ἄλλων νηπίων ἐπιβουλῇ θεήλατος αὐτὸν καταλαβοῦσα μάστιξ εἰς θάνατον συνήλασεν, οὐ χεῖρον καὶ τῶν φωνῶν τοῦ συγγρα φἐως ἐπακοῦσαι , κατὰ λέξιν ἐν ἑπτακαιδεκάτῳ τῆς ‘Ιουσϊκῆς ἀρχαιολογίας τὴν καταστροφὴν τοῦ κατ’ αὐτὸν βίου τοῦτον γράφοντος τὸν τρόπον· “Ἡρώδῃ “ δὲ μειζόνως ἡ νόσος ἐνεπικραίνετο, δίκην ὧν πάρα “ νομήσειεν ἐκπρασσομένου τοῦ θεοῦ.