Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. I, 11] Ἐπειδὴ δὲ τὴν περὶ τοῦ Χριστοῦ γενεαλογίαν διαφόρως ἡμῖν ὅ τε Ματθαῖος καὶ ὁ Λουκᾶς εὐαγγελιζόμενοι παραδεδώκασι, διαφωνεῖν τε νομίζονται τοῖς πολλοῖς, τῶν τε πιστῶν ἕκαστος ἀγνοίᾳ τἀληθοῦς εὑρησιλογεῖν εἰς τοὺς τόπος πεφιλοτίμηται, φέρε καὶ τὴν περὶ τούτων κατελθοῦσαν εἰς ἡμᾶς ἱστορίαν παραθώμεθα, ἣν δι’ ἐπιστολῆς Ἀριστείδῃ γράφων περὶ συμφωνίας τῆς ἐν τοῖς εὐαγγελίοις γενεαλογίας ὁ μικρῷ πρόσθεν ἡμῖν δηλωθεὶς Ἀφρικανὸς ἐμνημόνευσε,

τὰς μὲν τῶν λοιπῶν δόξας ὡσὰν βιαίους καὶ διεψευσμένας ἀπελέγξας, ἣν δ’ αὐτὸς παρείληφεν ἱστορίαν, τούτοις αὐτοῖς ἐκτιθέμενος τοῖς ῥήμασιν “ἐπειδὴ γὰρ τὰ ὀνόματα [*](7 Daniel. 9, 26. 10 ἐν ἑτέροις] Dem. Evang. VIII. p. 381. 29 ἐπειδὴ — διηγήσομαι (p. 25, 22)] Idem excerptum apud Eusebium in Quaestionibus ad Stephanum, in Maii Script. Vet. Nov. Collect. vol. 1. p. 22.)

v.4.p.25
“τῶν γενῶν ἐν Ἰσραὴλ ἠριθμεῖτο ἢ φύσει ἢ νόμῳ, “φύσει μὲν, γνησίου σπέρματος διαδοχῇ, νόμῳ δὲ, “ἑτέρου παιδοποιουμένου εἰς ὄνομα τελευτήσαντος “ἀδελφοῦ ἀτέκου· (ὅτι γὰρ οὐδέπω δέδοτο ἐλπὶς “ἀναστάσεως σαφὴς, τὴν μέλλουσαν ἐπαγγελίαν ἀνα- “στάσει ἐμιμοῦντο θνητῇ, ἵνα ἀνέκλειπτον τὸ ὄνομα “μείνῃ τοῦ μετηλλαχότος)·

ἐπεὶ οὖν οἱ τῇ γενεα- “λογίᾳ ταύτῃ ἐμφερόμενοι οἱ μὲν διεδέξαντο παῖς πα- “τέρα γνησίως, οἱ δὲ ἑτέροις μὲν ἐγεννήθησαν, ἑτέ- “ροις δὲ προσετέθησαν κλήσει, ἀμφοτέρων γέγονεν ἡ “μνήμη, καὶ τῶν γεγεννηκότων καὶ τῶν ὡς γεγεν- “νηκότων.

οὕτως οὐδέτερον τῶν εὐαγγελίων ψεύδε- “ται, καὶ φύσιν ἀριθμοῦν καὶ νόμον· ἐπεπλάκη γὰρ “ἀλλήλοις τὰ γένη, τό τε ἀπὸ τοῦ Σολομῶνος καὶ τὸ “ἀπὸ τοῦ Νάθαν, ἀναστάσεσιν ἀτέκνων καὶ δευτερο- “γαμίαις καὶ ἀναστάσει σπερμάτων, ὡς δικαίως τοὺς “αὐτοὺς ἄλλοτε ἄλλων νομίζεσθαι, τῶν μὲν δοκούν- “των πατέρων, τῶν δὲ ὑπαρχόντων· ὡς ἀμφοτέρας “τὰς διηγήσεις κυρίως ἀληθεῖς οὔσας ἐπὶ τὸν Ἰωσὴφ “πολυπλόκως μὲν, ἀλλ᾿ ἀκριβῶς κατελθεῖν.

ἵνα “δὲ σαφὲς ᾖ τὸ λεγόμενον, τὴν ἐπαλλαγὴν τῶν γενῶν “διηγήσομαι. ἀπὸ τοῦ Δαβὶδ διὰ Σολομῶνος τὰς γε- “νεὰς καταριθμουμένοις τρίτος ἀπὸ τέλους εὑρίσκεται “Ματθὰν, ὃς ἐγέννησε τὸν Ἰακὼβ τοῦ Ἰωσὴφ τὸν “πατέρα· ἀπὸ δὲ Νάθαν τοῦ Δαβὶδ κατὰ Λουκᾶν “ὁμοίως τρίτος ἀπὸ τέλους Μελχὶ, οὗ υἱὸς ὁ Ἡλὶ ὁ “τοῦ Ἰωσὴφ πατήρ· Ἰωσὴφ γὰρ υἱὸς Ἡλὶ τοῦ Μελχί. “

σκοποῦ τοίνυν ἡμῖν κειμένου τοῦ Ἰωσὴφ ἀποδει- “κτέον πῶς ἑκάτερος αὐτοῦ πατὴρ ἱστορεῖται, ὅ τε “Ἰακὼβ ὁ ἀπὸ Σολομῶνος καὶ Ἡλὶ ὁ ἀπὸ τοῦ Νάθαν [*](23 Matth. 1, 15. 25 Luc. 3, 23.)

v.4.p.26
“ἑκάτερος κατάγοντες τὸ γένος, ὅπως τε πρότερον “οὗτιο δὴ ὅ τε Ἰακὼβ καὶ ὁ Ἡλὶ δύο ἀδελφοὶ, καὶ πρό “γε, πῶς οἱ τούτων πατέρες Ματθὰν καὶ Μελχὶ δια- “φόρων ὄντες γενῶν τοῦ Ἰωσὴφ ἀναφαίνονται πάπ- “ποι.

καὶ δὴ οὖν ὅ τε Ματθὰν καὶ ὁ Μελχὶ ἐν μέρει “τὴν αὐτὴν ἀγαγόμενοι γυναῖκα ὁμομητρίους ἀδελ- “φοὺς ἐπαιδοποιήσαντο, τοῦ νόμον μὴ κωλύοντος “χηρεύουσαν ἤτοι ἀπολελυμένην ἢ καὶ τελευτήσαντος “τοῦ ἀνδρὸς ἄλλῳ γαμεῖσθαι.

ἐκ δὲ τῆς Ἐσθᾶ “(τοῦτο γὰρ καλεῖσθαι τὴν γυναῖκα παραδέδοται) “πρῶτος Ματθὰν ὁ ἀπὸ τοῦ Σολομῶνος τὸ γένος κατά- “γων τὸν Ἰακὼβ γεννᾷ· καὶ τελευτήσαντος τοῦ Ματ- “θὰν Μελχὶ ὁ ἐπὶ τὸν Νάθαν κατὰ γένος ἀναφερό- “μενος χηρεύουσαν ἐκ μὲν τῆς αὐτῆς φυλῆς, ἐξ ἄλλου “δὲ γένους ὢν, ὡς προεῖπον, ἀγαγόμενος αὐτὴν ἔσχεν “υἱὸν τὸν Ἡλί.

οὕτω δὴ διαφόρων δύο γενῶν εὑρή- “σομεν τόν τε Ἰακὼβ καὶ τὸν Ἠλὶ ὁμομητρίους ἀδελ- “φοὺς, ὧν ὁ ἓτερος Ἰακὼβ, ἀτέκνου τοῦ ἀδελφοῦ τελευτήσαντος Ἡλὶ, τὴν γυναῖκα παραλαβὼν ἐγέν- “νησεν ἐξ αὐτῆς τρίτον τὸν Ἰωσὴφ, κατὰ φύσιν μὲν “ἑαυτῷ καὶ κατὰ λόγον· διὸ καὶ γέγραπται ῾Ἰακὼβ “δὲ ἐγέννησε τὸν Ἰωσήφ,’ κατὰ νόμον δὲ τοῦ Ἡλὶ “υἱὸς ἦν· ἐκείνῳ γὰρ ὁ Ἰακὼβ ἀδελφὸς ὢν ἀνέστησ᾿ “σπέρμα.

διόπερ οὐκ ἀκυρωθήσεται καὶ ἡ κατ᾿ “αὐτὸν γενεαλογία, ἣν Ματθαῖος μὲν ὁ εὐαγγελιστης “ἐξαριθμούμενος ῾Ἰακὼβ δὲ᾿ φησίν ῾ ἐγέννησε τὸν “Ἰωσήφ·’ ὁ δὲ Λουκᾶς ἀνάπαλιν ῾ὃς ἦν υἱὸς , ὡς “ἐνομίζετο (καὶ γὰρ τοῦτο προστίθησι) τοῦ Ἰωσὴφ “τοῦ Ἡλὶ τοῦ Μελχί·᾿ τὴν γὰρ κατὰ νόμον γένεσιν “ἐπισημότερον οὐκ ἦν ἐξειπεῖν. καὶ τὸ “ἐγέννησεν” [*](21 Matth. 1, 16. 27 Luc. 3, 1.)

v.4.p.27
“ἐπὶ τῆς τοιᾶσδε παιδοποιίας ἄχρι τέλους ἐσιώπησε, “τὴν ἀναφορὰν ποιησάμενος ἕως τοῦ Ἀδὰμ τοῦ θεοῦ “κατ᾿ ἀνάλυσιν.

οὐδὲ μὴν ἀναπόδεικτον ἢ ἐσχε- “διασμένον ἐστὶ τοῦτο· τοῦ γοῦν σωτῆρος οἱ κατὰ “σάρκα συγγενεῖς, εἴτ᾿ οὖν φανητιῶντες εἴθ᾿ ἁπλῶς “ἐκδιδάσκοντες, πάντως δὲ ἀληθεύοντες, παρέδοσαν “καὶ ταῦτα, ὡς Ἰδουμαῖοι λῃσταὶ Ἀσκάλωνι πόλει τῆς “Παλαιστίνης ἐπελθόντες ἐξ εἰδωλείου Ἀπόλλωνος, ὃ “πρὸς τοῖς τείχεσιν ἵδρυτο, Ἀντίπατρον Ἡρώδου τινὸς “ἱεροδούλου παῖδα πρὸς τοῖς ἄλλοις σύλοις αἰχμάλω- “τον ἀπῆγον, τῷ δὲ λύτρα ὑπὲρ τοῦ υἱοῦ καταθέσθαι “μὴ δύνασθαι τὸν ἱερέα ὁ Ἀντίπατρος τοῖς τῶν Ἰδου- “μαίων ἔθεσιν ἐντραφεὶς ὕστερον Ὑρκανῷ φιλοῦται “τῷ τῆς Ἰουδαίας ἀρχιερεῖ.

πρεσβεύσας δὲ πρὸς “Πομπήιον ὑπὲρ τοῦ Ὑρκανοῦ, καὶ τὴν βασιλείαν “ἐλευθερώσας αὐτῷ ὑπὸ Ἀριστοβούλου τοῦ ἀδελφοῦ “περικοπτομένην, αὐτὸς ηὐτύχησεν ἐπιμελητὴς τῆς “Παλαιστίνης χρηματίσας· διαδέχεται δὲ τὸν Ἀντί- “πατρον φθόνῳ τῆς πολλῆς εὐτυχίας δολοφονηθέντα “υἱὸς Ἡρώδης, ὃς ὕστερον ὑπ᾿ Ἀντωνίου καὶ τοῦ “Αὐγούστου συγκλήτου δόγματι τῶν Ἰουδαίων ἐκρίθη “βασιλεύειν· οὗ παῖδες Ἡρώδης οἵ τ᾿ ἄλλοι τετράρ- “χαι. ταῦτα μὲν δὴ κοινὰ καὶ ταῖς Ἑλλήνων ἱστο- “ρίαις.

ἀναγράπτων δὲ εἰς τότε ἐν τοῖς ἀρχείοις “ὄντων τῶν Ἑβραϊκῶν γενῶν, καὶ τῶν ἀρχιπροση- “λύτων ἀναφερομένων ἕως Ἀχιὼρ τοῦ Ἀμμανίτου καὶ “῾Ροὺθ τῆς Μωαβίτιδος, τῶν τε ἀπ᾿ Αἰγύπτου συνεκ- “πεσόντων ἐπιμίκτων, ὁ Ἡρώδης οὐδέν τι συμβαλ- “λομένου τοῦ τῶν Ἰσραηλιτῶν γένους αὐτῷ, καὶ τῷ “συνειδότι τῆς δυσγενείας κρουόμενος, ἐνέπρησεν αὐ- “τῶν τὰς ἀναγραφὰς τῶν γενῶν, οἰόμενος εὐγενὴς “ἀναφανεῖσθαι τῷ μηδὲ ἄλλον ἔχειν ἐκ δημοσίου συγ-

v.4.p.28
“ γραφῆς τὸ γένος ἀνάγειν ἐπὶ τοὺς πατριάρχας ἢ “ προσηλύτους , τούς τε καλουμένους γειώρας τοὺς “ ἐπιμίκτους.

ὀλίγοι δὴ τῶν ἐπιμελῶν ἰδιωτικὰς “ ἑαυτοῖς ἀπογραφὰς, ἢ μνημονεύσαντες τῶν ὀνομάτων, “ἢ ἄλλως ἔχοντες ἐξ ἀντ’ ἀντιγράφων, ἐναβρύνονται, σωζομένης τῇ μνήμῃ τῆς εὐγενείας· ὣν ἐτύγχανον οἶ “ προειρημένοι δεσπόσυνοι καλούμενοι , διὰ τὴν πρὸς “ τὸ σωτήριον γένος συνάφειαν , ἀπό τε Ναζάρων καὶ Κωχαβὰ κωμῶν Ἰουδαϊκῶν τῇ λοιπῇ γῇ “σαντες, καὶ τὴν προκειμένην γενεαλογίαν ** ἐκ τε τῆς “ βίβλου τῶν ἡμερῶν εἰς ὅσον ἐξικνοῦντο εξηγησά- “ μένοι.

εἴτ’ οὖν οὕτως εἴτ’ ἄλλως ἔχει, σαφε- “ στἐραν ἐξήγησιν οὐκ ἂν ἔχοι τις ἄλλος ἐξευρεῖν, ὡς “ ἔγωγε νομίζω πᾶς τε ὃς εὐγνώμων τυγχάνει. καὶ “ αὕτη μελέτω, εἰ καὶ μὴ ἐμμάρτυρός ἐστι, τῷ “ μὴ κρείττονα ἢ ἀληθεστέραν ἔχειν εἰπεῖν. τό γέ τοι εὐαγγέλιον πάντως ἀληθεύει.’’

καὶ ἐπὶ τέλει δὲ τῆς αὐτῆς ἐπιστολῆς προστίθησι ταῦτα · Ματθὰν ὁ ἀπὸ Σολομῶνος ἐγέννησε τὸν Ἰακώβ. “ Ματθὰν ἀποθανόντος Μελχὶ ὁ ἀπὸ Νάθαν ἐκ τῆς αὐτῆς γυ- “ναικὸς ἐγέννησε τὸν Ἠλὶ. ὁμομήτριοι ἄρα ἀδελφοὶ “Ἡλὶ καὶ Ἰακώβ. Ἠλὶ ἀτέκνου ἀποθανόντος ὁ Ἰακὼβ “ἀνέστησεν αὐτῷ σπέρμα, γεννήσας τὸν Ἰωσὴφ, κατὰ “ φύσιν μὲν ἑαυτῷ, κατὰ νόμον δὲ τῷ Ἡλί. οὕτως “ ἀμφοτέρων υἱὸς ἦν ὁ Ἰωσήφ.’’ τοσαῦτα ὁ ᾿Αφρικανός.

καὶ δὴ τοῦ Ἰωσὴφ ὧδέ πως γενεαλογουμένου, δυνάμει καὶ ἡ Μαρία σὺν αὐτῷ πέφηνεν ἐκ τῆς αὐτῆς οὖσα φυλῆς , εἴ γε κατὰ τὸν Μωυσέως νόμον οὐκ ἐξῆν ἑτέραις ἐπιμίγνυσθαι φυλαῖς· ἑνὶ γὰρ τῶν [*](19 Ματθὰν — ] Haec qnoque in Eusebii Quaest ad Steph. 1. c. p. 23.)

v.4.p.29
ἐκ τοῦ αὐτοῦ δήμου καὶ πατριᾶς τῆς αὐτῆς ξευγνυσθαι πρὸς γάμον παρακελεύεται ὡς ἂν μὴ περιστρέφοιτο τοῦ γένους ὁ κλῆρος ἀπὸ φυλῆς ἐπὶ φυλήν. ὡδὶ μὲν οὖν καὶ ταῦτα ἐχέτω.