Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. H. I, 6] Φέρε δὲ ἤδη μετὰ τὴν δέουσαν προκατασκευὴν τῆς προτεθείσης ἡμῖν ἐκκλησιαστικῆς ἱστορίας ἤδη λοιπὸν ἀπὸ τῆς ἐνσάρκου τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας οἷά τινος ὁδοιπορίας ἐφαψώμεθα, τὸν τοῦ λόγου πατέρα θεὸν καὶ τὸν δηλούμενον αὐτὸν Ἰησοῦν Χριστὸν τὸν σωτῆρα καὶ κύριον ἡμῶν, τὸν οὐράνιον τοῦ θεοῦ λόγον βοηθὸν ἡμῖν καὶ συνεργὸν τῆς κατὰ τὴν διήγησιν ἀληθείας ἐπικαλεσάμενοι.

ἦν δὴ οὖν τοῦτο δεύτερον καὶ τεσσαρακοστὸν ἔτος τῆς Αὐγούστου βασιλείας, Αἰγύπτου δ’ ὑποταγῆς καὶ τελευτῆς Ἀντωνίου καὶ Κλεοπάτρας, , εἰς ἣν ὑστάτην ἡ κατ’ Αἴγυπτον τῶν Πτολεμαίων κατέληξε δυναστεία, ὄγδοον ἔτος καὶ εἰκοστὸν , ὁπηωίκα ὁ σωτὴρ ἡμῶν καὶ κύριος Ἰησοῦς Χριστὸς ἐπὶ τῆς τότε ἀπογραφῆς πρώτης, ἡγεμονεύοντος Κυρινίου τῆς Συρίας, ἀκολούθως ταῖς περὶ αὐτοῦ προφητείαις, ἐν Βηθλεὲμ γεννᾶται τῆς Ἰουδαίας.

ταύτης δὲ τῆς κατὰ Κυρίνιον ἀπογραφῆς καὶ ὁ τῶν παρ’ Ἐβραίοις ἐπισημότατος ἱστορικόν Θλαύιος Ἰώσηπος μνημονεύει, καὶ ἄλλην ἐπισυνάπτων ἱστορίαν περὶ τῆς τῶν Γαλιλαίων κατὰ τοὺς αὐτοὺς ἐπιφυείσης χρόνους αἱρέσεως, ἧς καὶ παρ’ ἡμῖν ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι μνήμην ὧδἐπως λέγων πεποίηται “ μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς [*](25 Ἰώσηπος] A. I. XVIII, 1, 1. B. I. VII, 8, 1. 29 Act. 5, 37.)

v.4.p.21
ἀπογραφῆς , καὶ ἀπέστησε λαὸν ὀπίσω αὐτοῦ , κἀκεῖ- νος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείσθησαν αὐτῷ διεσκορπίσθησαν.”

τοῦτοις δ’ οὖν καὶ ὁ δεδηλωμένος ἐν ὀκτωκαιδεκάτῳ τῆς ἀρχαιολογίας συνᾴδων ταῦτα παρατίθεται κατὰ λέξιν “ Κυρίνιος δὲ τῶν εἰς τὴν βουλὴν συναγομένων ἀνὴρ, τάς τε ἄλλας ἀρχὰς ἐπιτετελεκὼς καὶ διὰ πασῶν ὁδεύσας ὕπατος γενέσθαι, τά τε ἄλλα ἀξιώματι μέγας , σὺν ὀλίγοις ἐπὶ Συρίας παρῆν, ὑπὸ Καίσαρος δικαιοδότης τοῦ ἔθνους άπεσταλμένος, καὶ τιμητὴς τῶν οὐσιῶν γενησόμενος. ”

καὶ μετὰ βραχέα φησίν “ Ἰούδας δὲ Γαυλανίτης ἀνὴρ ἐκ πόλεως ὄνομα Γαμάλας, Σάδδοκον Φαρισαῖον προσλαβόμενος, ἠπείγετο ἐπὶ ἀποστάσει, τήν τε ἀποτίμησιν οὐδὲν ἄλλο ἢ ἄντικρυς δουλείαν ἐπιφέρειν λέγοντες, καὶ τῆς ἐλευθερίας ἐπ’ ἀντιλήψει παρακαλοῦντες τὸ ἔθνος. ”

καὶ ἐν τῇ δευτέρᾳ δὲ τῶν ἱστοριῶν τοῦ Ἰουδαϊκοῦ πολέμου περὶ τοῦ αὐτοῦ ταῦτα γράφει “ ἐπὶ τούτοις τις ἀνὴρ Γαλιλαῖος Ἰούδας “ εἰς ἀποστασίαν ἐνῆγε τοὺς ἐπιχωρίους, “ ζων, εἰ φόρον τε Ῥωμαίοις τελεῖν ὑπομένουσι καὶ “μετὰ τὸν θεὸν οἴσουσι θνητοὺς δεσπότας.’ ταῦτα ὁ Ἰώσηπος.

[Nic. H. E. I, (3] Τηνικαῦτα δὲ καὶ τοῦ Ἰου- δαίων ἔθνους Ἡρώδου πρώτου τὸ γένος ἀλλοφύλου διειληφότος τὴν βασιλείαν ἡ διὰ Μωυσέως περιγραφὴν ἐλάμβανε προφητεία “ οὐκ ἐκλείψειν ἄρχοντα ἐξ Ἰούδα οὐδὲ ἡγούμενον ἐκ τῶν μηρῶν αὐτοῦ” φήσασα, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται,” ὃν καὶ ἀποφαίνει προσδο- κίαν ἐθνῶν ἔσεσθαι.

ἀτελῆ γέ τοι τὰ τῆς προρρή- [*](5 loseph. A. I. XVIII, 1, 1. 18 loseph. B. I. II, 8, 1. 26 Gen. 49, 10.)

v.4.p.22
σεως ἦν, καθ’ ὅν ὑπὸ τοῖς οἰκείοις τοῦ ἔθνους ἂρχουσι διάγειν αὐτοῖς ἐξῆν χρόνον, ἄνωθεν ἐξ αὐτοῦ Μωυσέως καταρξαμένοις καὶ εἰς τὴν Αὐγούστου βασιλείαν διαρκέσασι· καθ’ ὃν πρῶτος ἀλλόφυλος Ἡρώδης τὴν κατὰ Ἰουδαίων ἐπιτρέπεται ὑπὸ Ῥωμαίων ἀρχὴν, ὡς μὲν Ἰώσηπος παραδίδωσιν , Ἰδουμαῖος ὢν κατὰ πατέρα τὸ γένος , Ἀράβιος δὲ κατὰ μητέρα, ὡς δ’ Ἀφρικανὸς, οὐχ ὁ τυχὼν δὲ καὶ οὗτος γέγονε συγγραφεὶς), φασὶν οἱ τὰ κατ’ αὐτὸν ἀκριβοῦντες, Ἀντιπάτρου, τοῦτον δὲ Ἡρώδου τινὸς Ἀσκαλωνίτου τῶν περὶ τὸν νεὼν τοῦ Ἀπόλλωνος ἱεροδούλων καλουμένων γεγονέναι.

ὃς Ἀντίπατρος ὑπὸ Ἰδουμαίων λῃστῶν παιδίον αἰχμαλωτισθεὶς σὺν ἐκείνοις ἦν, διὰ τὸ μὴ δύνασθαι τὸν πατέρα πένητα ὄντα λύτρα κάτα θέσθαι ὑπὲρ αὐτοῦ. ἐντραφεὶς δὲ τοῖς ἐκείνων ἤθε’ σιν ὕστερον Ὑρκανῷ τῷ Ἰουδαίων ἀρχιερεῖ φιλοῦτ τούτῳ παῖς γίνεται ὁ ἐπὶ τοῦ σωτῆρος ἡμῶν Ἡρώδη

εἰς δὴ οὖν τὸν τοιοῦτον τῆς Ἰουδαίων περιελθο σὴς βασιλείας, ἐπὶ θύραις ἤδη καὶ ἡ τῶν ἐθνῶν ἅκ λούθως τῇ προφητείᾳ προσδοκία παρῆν, ἅτε διαλε- λοιπότων ἐξ ἐκείνου τῶν παρ’ αὐτοῖς ἐξ αὐτοῦ Μωυσέως κατὰ διαδοχὴν ἀρξάντων τε καὶ ἡγησαμένων.

πρὸ μέν γε τῆς αἰχμαλωσίας αὐτῶν καὶ τῆς εἰς Βαβυλῶνα μεταναστάσεως ἐβασιλεύοντο , ἀπὸ Σαοὺλ πρώτου καὶ Δαβὶδ ἀρξάμενοι · πρὸ δὲ τῶν βασιλέων ἄρχοντες αὐτοὺς διεῖπον , οἱ προσαγορευόμενοι κρῖ ταὶ , ἄρξαντες καὶ αὐτοὶ μετὰ Μωυσέα καὶ τὸν τούτου διάδοχον Ἰησοῦν.

μετὰ δὲ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον οὐ διέλιπον πολιτείᾳ χρώμενοι ἀριστοκρατικῇ μετὰ ὀλιγαρχίας. οἱ γὰρ ἀρχιερεῖς προεστήκεσαν [*](6 loseph. A. Ι. XIV, 1, 3. 7, 3. (cf. XX, 8, 7.) B. I. I, 8, 9.)

v.4.p.23
τῶν πραγμάτων , ἄχρις οὗ Πομπήιος Ῥωμαίων στρα- τηγὸς ἐπιστὰς τὴν μὲν Ἰερουσαλὴμ πολιορκεῖ τὰ κράτος, μιαίνει τε τὰ ἅγια μέχρι τῶν ἀδύτων τοῦ ἱεροῦ προελθὼν, τὸν δὲ ἐκ προγόνων διαδοχῆς εἰς ἐκεῖνο τοῦ καιροῦ διαρκέσαντα βασιλέα τε ὁμοῦ καὶ ἀρχιερέα, Ἀριστόβουλος ὄνομα ἢν αὐτῷ, δέσμιον ἐπὶ Ῥώμην ἄμα τέκνοις ἐκπέμψας, Ὑρκανῷ μὲν τῷ τού- του ἀδελφῷ τὴν ἀρχιερωσύνην παραδίδωσι, τὸ δὲ πᾶν Ἰουδαίων ἔθνος ἐξ ἐκείνου Ῥωμαίοις ὑπόφορον κατεστήσατο.

αὐτίκα γοῦν καὶ Ὑρκανοῦ, εἰς ὅν ὓστατον τὰ τῆς τῶν ἀρχιερέων περιέστη διαδοχῆς, ὑπὸ Παρθῶν αἰχμαλώτου ληφθέντος, πρῶτος , ὡς γοῦν ἔφην, ἀλλόφυλος Ἡρώδης ὑπὸ τῆς συγκλήτου Ῥωμαίων καὶ Αὐγούστου βασιλέως τὸ Ἰουδαίων ἔθνος ἐγχειρίζεται.

καθ’ ὃν ἐναργῶς τῆς τοῦ Χριστοῦ παρουσίας ἐνστάσης καὶ τῶν ἐθνῶν ἡ προσδοκωμένη σωτηρία τε καὶ κλῆσις ἀκολούθως τῇ προφητείᾳ προφητείᾳ παρηκολούθησεν· ἔξ οὗ δὴ χρόνου τῶν ἐξ Ἰούδα ἀρχόντων τε καὶ ἡγουμένων, λέγω δὲ τῶν ἐκ τοῦ Ἰουδαίων ἔθνους διαλελοιπότων, εἰκότως αὐτοῖς καὶ τὰ τῆς ἐκ προγόνων εὐσταθῶς ἐπὶ τοὺς ἔγγιστα διαδόχους κατὰ γενεὰν προιούσης ἀρχιερωσύνης παραχρῆμα συγχεῖται

ἔχεις καὶ τούτων ἀξιόχρεων τὸν Ἰώσηπον μάρτυρα, δηλοῦντα ὡς τὴν βασιλείαν παρὰ Ῥωμαίων ἐπιτραπεὶς Ἡρώδης οὐκέτι τοὺς ἐξ ἀρχαίου γένους καθίστησιν ἀρχιερεῖς, ἀλλά τισιν ἀσήμοις τὴν τιμὴν ἀπένεμεν· τὰ ὅμοια δὲ πρᾶξαι τῷ Ἡρώδῃ περὶ τῆς καταστάσεως τῶν ἀρκιερέων’ Ἀρχέλαόν τε τὸν παῖδα αὐτοῦ καὶ μετὰ τοῦτον Ῥωμαίους , τὴν ἀρχὴν τῶν Ἰουδαίων παρειληφότας.